Ancient Greek · ~2 min
Column 5
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 5-9
Not analysed yet
οὐ δ’ εἰπεῖν βούλομαι, διότι καὶ ἄνδρας εἰς θηλείας θρασυνομένους ἐποίουν. ἀλλ’ οὐ τὰς θεὰς κατηιδέσθησαν εἰσάγειν ἀναισχύντως ἐρώσας ὥσπερ Ἡσίοδος Ἔχιδνάν ποτε συνουσίασαι φησὶ τὴν μητέρα ὀρθῶι τῶι υἱῶι· εἶτα τὴν Ἀφροδίτην ἀναισχύντως ἐρᾶν ἀνθρώπων, Ἀδώνιδος, ὡς Καλλίμαχος καὶ Πανύασσις καὶ Εὔμολπός φασι καὶ πλείους ἄλλοι, καὶ Ἀγχείσου. Ὅμηρος δὲ καὶ Ἡσίοδός φασιν καὶ τὴν σεμνοτάτην Δήμητρα καίπερ Διὸς γυναῖκα γενομένην φιλῆσαι τὸν Ἰάσιον ἀπρεπὲς δὲ καὶ τὸ τὴν ι