Ancient Greek · ~2 min
Column 53
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 53
Not analysed yet
οὖσι καὶ κατὰ τὰς αἱρέσεις τῶν βίων οὕτωι ποικίλοις ἄλυπος, ὥστε πρὸς μηδένα μηδεμίαν οὐχ ὅτι δίκην ἀλλὰ μηδ' ἀντιλογίαν ἐσχηκέναι. τοιγαροῦν ἐνίων μὲν ἐνκληθέντων ἐπὶ τῶι βίωι καὶ τοῖς λόγοις φιλοσόφων, ἐνίων δὲ κἀκ τῆς πόλεως, τινῶν δὲ κἀικ τῆς συμμαχίας ἐξορισθέντων καὶ θ ανατωθέντων, ἁπάντων δὲ κωμωιδηθέντων, μόνος Ἐπίκουρος ἅμα τοῖς γνησίως συνβιώσασιν αὐτῶι μεγαλομερῶς διεφύλαξεν αὑτόν, ἀλλ' οὐδ' ὑπὸ τὸ μισόχρηστον στόμα καὶ πάντα σινόμενον ἔπεσε τῆς κωμωιδίας· οὐδὲ