Ancient Greek · ~2 min
Column 59
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 59
Not analysed yet
νετο καὶ διὰ τοῦτ' οὐκ ἔπειθεν· ἔτι δ' ἦν πολὺς ἐν τοῖς ὄχλοις Σωκράτης, δέον καὶ τοῖς ἐπάγουσιν τὸν οὐκ ἀπ' ἐμοῦ σκεδάσεις ὄχλον; λόγον πρόχειρον ἔχειν· καὶ πολλοὺς διηρέθιζε καὶ πολειτικὰ ς τ ότ' ἐπανηιρεῖτο τὰς δυσ Ο μενείας, ἐξ ὧνπερ τῶ ι χρόνωι τὸ μῖσος συνηθροίσθη, πάσηι προφάσει δυνάμενον χρῆσθαι· καὶ διότι τοιαύτην τἀκεῖνα πάντα π αρομολογοῦσιν δηλοῖ μοι τὸ δεδιέναι διὰ τὸ καινὰ δαιμόνια παρεισάγειν προσκεκόφθαι καὶ παντελῶς· ἄλλως δὲ καὶ παραλογώτατόν γε τὸ