Ancient Greek · ~2 min
Column 7
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 7-5
Not analysed yet
ω μηαι οταμ καιματων τῶν ἐνιαχοῦ βλαπτόντων. πεπόηνται δ’ αὐτοῖς καὶ ὑπηρετοῦντες ἄλλοις θεοῖς καὶ θητεύοντες οὐ μόνον θεοῖς ἀλλὰ καὶ ἀνθρώποις. Ὅμηρος μὲν γὰρ οὐ μόνον τοὺς ὀνείρους ἀγγέλους τῶν θεῶν, ἀλλὰ καὶ τόν θ’ Ἑρμῆ Διὸς ἄγγελόν φησιν εἶναι καὶ τὴν Ἶριν, ἔνιοι δὲ ταύτην καὶ τῆς Ἥρας, Ἀκουσίλας δὲ καὶ θεῶν πάντων, Φερεκύδης δ’ ὁ Ἀθηναῖος καὶ τὸν Ἑρμῆ. Καὶ τὰς Ἁρπυίας τὰ μῆλα φυλάττειν Ἀκουσίλαος, Ἐπιμενίδης δὲ καὶ τοῦτο καὶ τὰς αὐτὰς εἶναι ταῖς Ἑσπερίσιν· ὁ δὲ τὴν Τιτανομαχίαν γράψας φησὶν τὰ μὲν μῆλα φυλάττεσθαι ὑπὸ τῶν Ἑσπερίδων, ὑπὸ δὲ τῶν Ἁρπυιῶν τὸν Τάρταρον