Ancient Greek · ~2 min
Column 75
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 75
Not analysed yet
ξεργαζόμενοι τὴν ἀσφάλειαν ἢ τὴν ἑαυτῶν παρὰ τῶν πολλῶν ἢ τὴν ἐκείνων παρ' ἀλλήλων, ἀλλὰ τὸ φαινόμενον ἕκαστοι πᾶσιν ἐπιτρέποντες· οἱ δὲ μύθους μὲν εἰσῆ γον ἀμέλει καὶ τερατείας, οὔτε δὲ τοῖς πρότερον ἐδόκουν ἐοικότα ταῦτ' εἰσφέρειν οὔτε σωτηρίας αἴτ ια πολειτείας· σὺν δὲ τῶι συμπεριφέρεσθαι μὲν ταῖς τ ότε ἐνισχυούσαις δόξαις, ἅμα διὰ τὴν ἀνωμαλίαν καὶ τὴν μανίαν ἐπινοεῖν οὐκ ἀσεβεῖς ἐδόκουν μόνον ἀλλὰ καὶ φενακισταί, καὶ τἀναντία εἶπον, τῆς παρρησίας φιλοσόφωι πρεπούσης, οὐδενός, οὐδ' ἐξ ἀπόπτου τὰ δοκοῦντα περὶ θεῶν Ἐπικούρωι συνεῖδον, οὐδ' ἔλεγον. καὶ διεπράττοντο