Ancient Greek · ~2 min
Fragment 1
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 1
Not analysed yet
οὐ μόνον ἐν τῇ ῥητορικῇ προειλήφαμεν, ἀλλὰ καὶ ἐπὶ τῶν λοιπῶν ἐπιστημῶν τε καὶ δυ νάμεων· ἐὰν δὲ δὴ καὶ τὴν ἐμπειρίαν τῶν πόλει συμφερόντων ἀφαιρούμενος τῆς ῥητορικῆς τῇ φιλοσοφίᾳ προσθῇ, μὴ δυσχεραίνω μεν. Καίτοι γε ἵν' ἐπί τι τῶν καὶ τούτοις ὁμολογουμένων μετέλθωμεν, οὐκ ἄρα πρὸς τὸ χρείαν ἔχειν ῥήτορ ας ἠθῶν καὶ παρὰ φιλοσοφίας τοῦτο λαμβάνειν, ὃ καί τινες εἶπον ὅτι παρὰ τῶν σοφιστῶν, οὐδ' ὃ Δημοσθένης εἶπε τῶν ῥητορικ ῶν τέλος εἶναι, ὑπομνήσομεν