Ancient Greek · ~6 min
Fragment 11
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 11-2
Not analysed yet
οἱ πολιτευόμενοι καλῶς κατ' οὐθὲν μαθόντες τὴν τῶν ῥητόρων δύναμιν ἐοί κασιν μετεσ χηκέναι καὶ ταύτης, οὐ διὰ τὴν πολιτικὴν ἐνπειρίαν ἀλλὰ διὰ τοὺς δ κασμους· ὁ γὰρ ἐπιβ οης Πεισίστρατος καὶ Κλεισθένης ῥήτορες ὑπῆρχον καὶ Θεμιστοκλῆς ὁ τῶν ἁπάντων στρατηγικώτατος καὶ Περικλ ῆς ὁ τοσούτοις ἀ γαθοῖς τ ὴν πόλιν κοσμήσας τὴν τῶν Ἀθηναί ων εἰς δύναμιν καὶ πλοῦτον καὶ τὴν ἐν ἀνθρώποις δόξαν καὶ Παυσανίας ὁ τὴν ἐν Πλαταιαῖ ς μάχην βραβεύσας καὶ Κίμων ὁ ἐν πλείστοις ἀγωνισάμενος τόποις, ἐπ ιδείξας δὲ τῇ τότε καὶ ναυμαχίαι καὶ πεζομαχίαι τοὺς βαρβάρους νικῶν, πῶς εὖ τις ἂν αὐξάνοι τὴν δύναμιν τῶν πολιτῶν, καὶ Ἀλκιβιάδης ὁ τῶν Λακεδαιμονίων καὶ πάντω ν Πελοποννησίων κρατήσας ανα σι καὶ της Ἰσοκράτους καὶ μυρίοι πρὸς τούτοις ἕτεροι, περὶ ὧν λέγοντα μηκύν ειν ἄκαιρόν ἐστιν. αινας πολιτικός. “Οὐ μὴν ὅ γε τῆς ἰδιωτέρας τυνχάνων προσηγορίας πολιτικὸς ἐπὶ τὸν στρατηγεῖν δυνάμενον καὶ ναυαρχεῖν ἐπ ιδιατείνει, κατὰ ταὐτὸ δὲ καὶ ὁ συμβουλεύειν δυνάμενος καὶ δίκας λέγειν ὀνομάζεται τῶι χωρὶς τήν γε ἐνπειρ ίαν ἔχειν, κἂν μὴ δεινῶς ἐπιστῆται λέγειν· κἂν πολλάκις ὁ κατὰ τοῦτον τὸν τρόπον πολιτικὸς λεγόμενος εἰδῇ στρατηγεῖν καὶ πολλὰς ἑτέρας ἀρχὰς διευθύνειν, οὐ κατὰ τοῦτο τεύξεται τῆς δυνάμεως οὐδ' ἀπὸ τῆς πολιτικῆς δυνάμεως εὐθὺς καὶ τὴν ἄλλην χρὴ περὶ αὐτὸν εἶναι τὴν μακρὰν κεχωρισμένην. Ἔτι καταγελάστως φησίν· „τῆς μ ὲν ῥητορικῆς ἀντιποιουμένης οὐ παντὸς τοῦ πολιτικοῦ καὶ οὐ μόνου, τοῦ δ' ἰδίου κτατοιβουλευ