Ancient Greek · ~5 min
Fragment 5
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 5-3
Not analysed yet
οαων παι α συμφωνι ομοεινεηλου σ τε τούτων τῶν στασιαζόντων ἀνθρώπων ειομοποθλου νωνυμίασ ὑπαρχούσης κατὰ τον· πῶς οὐκ ἐπῆλθεν αὐτῶι ταῦτα γράφοντι καὶ τὸ πρὸ τούτων πρὸς αὑτὸν ἐνθυ μ ηθῆναι; τί δήποτε οὔτε Σωκράτης ὁ γινώσκων ἕνα πρὸς ἕνα συλλύειν ἔοικεν ἱκανὸς ἕν α πρὸς πλήθη οὔτ' Ἀντισθένης οὔτε Ζήνων οὔτε Κλεάνθης οὔτε Χρύσιππος οὔτε ἄλλος τις τοιαύτας προκοπὰς πεποιη μένοι; Καὶ μὴν ἂν λέγηι, ὅτι ἔστ αι δυνατὸς κ αὶ πολλὰς πρὸς ἀλλήλας συλλύειν καὶ μὴ μαχο μ ένας ποιεῖν, ὡς ὁ μουσικὸς τὴν μίαν λύραν εἰς συμφωνίαν ἄγει πρὸς τὰς πολλάς, οἱ ῥήτορες οὐ τοῦτο σκοποῦσι τὸ μὴ μαχομένας ἔχειν. Καὶ μὴν „νὴ Δία, φησίν, εἷς μνημονεύεται τούτων πεπρεσβευκὼς ἐπὶ τ ῶ ι συμφέροντι τῆς πατρίδος“. αι συν σιν σουσιν κα ην σφερε ουσιν καὶ σ ὅταν ᾖ τι λαμβάνειν· Ἀλλ' εἴ τις οὕτως ἐν μέρει τῶ ν Πανελλήνων καταψεύδεται, μυρ ίων ῥητορευσάντων ὄνομα λέγειν δυνατόν ἐστιν καὶ ἐπὶ τ ῶι συμφέρον τι τῶν πατρίδων πεπρεσβευκότων καὶ σωφρόνως ἐν ταῖς γνώμαις καὶ οὐ τοῦ σφάλλειν ἕνεκα πολλὰ ὑπεριδόντων καὶ οὐ χάριν τοῦ λαβεῖν ἅπαν εἰρηκότων καὶ παραπρεσβείας οὐ κατακριθέντων αστιλ υσιφοκετωι ιν αλ ο των. δὲ καὶ τὴν εὔθυναν ὑπέσχον οὐκ ὀλίγοι κατὰ τὸ δουεντων τιν εται ι τοιγιν τεφετονσυυμως δη κελεύειν ὀμόσαι, διότι τἀληθῆ λέγουσιν. „αλλ' οὐδὲ εἷς, φησίν, ἱστόρηται τούτων πολίτης ἀγαθὸς γεγονέναι. “