Ancient Greek · ~1 min
Fragment 7
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 7-3
Not analysed yet
δηλοῖ δὲ καὶ οὕτως· εἰ συμβάλλει τῶι πολιτικῶι καὶ προσήκει δικαίωι καὶ ἀνδρείωι εἶναι, καλῶς ἂν φρονώιη δίκαιος ὢν καὶ ἀνδρεῖος ὁ πολιτικός. Δηλοῖ δ' ὁμοίως καὶ τρίτον τι τοιοῦτο· οὐκ ἄλλως τις εἶναι δύν αται πολειτικός, εἰ μὴ ἀνδρεῖος εἴη καὶ δίκαιος καὶ πάσας ἔχων τὰς ἀρετάς, καὶ εὐθὺς ἂν πολειτικὸς εὑρίσκοιτ' ὤν, εἰ τοι οῦτος ὑπάρχειν δύναιτο.