# P.Herc. 339 12

Philodemus, P.Herc. 339, Column 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-339/12

θυμηδέσιν, εἰ γένοιτο, παρορῶντες, ὅτι κατ' ἀρχὰς τοῦ γρά μματος ἐμφαίνει τὸ πρόσφορον αὐτὴν ἐκτιθέναι καὶ τοῖς τόποις, ἐν οἷς ὑπῆρχε, καὶ τοῖς χρόνοις, καθ' οὓς ἔζη καὶ διότι μέμψεως ἄξι ον ἄν ἦν τυγ χάνειν, εἰ τοῦτο πεπόηκε· καὶ καθ' ὅσον ἀδυνάτους πάλιν ὑποθέσεις τοῦς οὐκ οὖσιν ἐνομοθέτει, τοὺς ὄντας παρείς· καὶ διότι προθέσεως τοιαύτης οὔσης ἄθλιος ἦν ὁ τὰς οὕτως ὑποτιθέμενος ἐχθέσμους ὑποθέσεις· καὶ τὰ ἐ πὶ τούτοις, ὅτι καθ' ὃν ἂν λόγον ὑποστήσηταί τις, ἀσεβείας ὑπερβολὴν ταῦτ' οὐ καταλέλοιπε, καὶ τὸ τελευταῖον ὡς καὶ δι' ἄλλων τὰ παραπλήσια νομοθετεῖ. κἀκεῖνοι πρότερον, ὧν ἐστι θαυμαστής, καὶ τῆς ἀγωγῆς οἱ διάδοχοι, θαρρούντως δὲ κἀκεῖνό τινες λέγουσιν, ὅτι καὶ τοῦ ἡμαρτηκέναι σει Ζήνων' οὐχ οἱ Στωικοὶ τὰς εὐθύνας ὑπέχειν ὀφείλουσιν· οὐ γὰρ εἰπδεδωκ ε ινω ν κα ιτα οὐκ ἀνέχοντα σ ι μᾶλλον ἀξι ειαιθο

---

Philodemus, P.Herc. 339. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62406.local001/.
