# P.Herc. 339 16

Philodemus, P.Herc. 339, Column 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-339/16

ἀχρηστίας τῶν ὅπλων φησὶ ταῦτα καὶ Διογένην λέγειν, ὅπερ γε ἐν τῆι Πολειτείαι μόνον φανήσεται γεγραφώς. κἀν τῶι Περὶ τῶν μὴ δι' αὑτὰ αἱρετῶν φησιν ἐν τῆι Πολιτείαι νο μοθετεῖν τὸν Διογένην περὶ τοῦ δεῖν ἀστραγάλοις νομιτεύεσθαι. κεῖται δὲ ταὐτ' ἐν τῶι περὶ ἧς λαλοῦμεν κἀν τῶι πρώτωι Πρὸς τοὺς ἄλλως νοο ῦντας τὴν φρόνησιν. ἅμα κἀν τ ῶι Περὶ τὸν κατὰ φύσιν βίον μνημονεύει γε αὐτῆς καὶ τῶν ἐκεῖ δυσσεβῶν οἷς καὶ συνκατατίθεται· κἀν τῶι δ Περὶ τοῦ καλοῦ καὶ τῆς ἡδ ονῆς πολλάκις αὐτῆς κα ὶ τῶν ἐν αὐτῆι μιμνήσκ εται μετ' ἐγκωμίων. κἀν τῶι γ Περὶ δ ικαιοσύνη ς τὸ περὶ τῆς ἀνθρωποφαγίας δόγμα ε σ εσκει Διόγεννα θεκατακεχώ ρικε . τάχα δὲ τῆς αὐτῆς πραγματείας ἐν τῶι ζ Περὶ τοῦ κα θήκοντος λέγει ν τοδα τοῦθ' ὑπάρχειν. αὐτὸς θ' ὁ Διογένης ἔν τε τῶι Ἀτρεῖ καὶ τῶι Οἰδίποδι καὶ τῶι Φιλί

---

Philodemus, P.Herc. 339. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62406.local001/.
