# P.Herc. 425, 1079, 1086, 1580, 1674 13

Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674, Column 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-425-1079-1086-1580-1674/13

ούτων. οὐκ ὀλίγοι δέ, πρότερον ὄντες ἀδύνατ οι, προσελθόντες καὶ φιλοπονήσαντες ἐγίνοντο δυνατοί. π ρῶτον μὲν οὐ πάντες ἀλλ' ἔνιοι καὶ χείρους ἀποβαίνουσι παρ' ὅσον γε τοῖς σοφισταῖ ς προσελελύθασιν. ἔτι τι λέγειν ἀγαθοὶ γίνονταί τινες, ἀλλὰ δι' ἄλλας αἰτίας, ἃς μὲν ἄλλοις τόποις εὐκαιρότερον ὑποδείξ ομεν· ἄλλως δὲ καὶ διατριβαῖς προσεληλύθασιν. ἐάν τε καὶ συγχωρηθῆι τοῦτο, τὸ τέχνην αὐτὴν ὑπάρχειν οὔπω συνάγεται. δυνατὸν γὰρ καὶ ἀσκήσι ε ηι καὶ τριβῆι πρὸς τοὺς ἐπιμελομένους τῆς ἀσκήσεως εἰσιόντας ἐνίους κρατεῖν τῆς προθέσεως. οὐκ ἂν τῶν ἀφηγουμένων τινές, τοὺς μὲν πολλοὺς καὶ ἀγαθο ὺς ἀπετέλουν, τ οὺς δ' ἀσθεενεῖς. καίτοι γ ε ὁρῶμεν παρ' ἐνίων ἀτέχνων ὄντων πολλῶι πλείονας ἐνίοτε καὶ δυνατωτέρους ἐξιό ντ ας ἢ παρὰ τῶν ἐπιστημονικῶς

---

Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62500.local001/.
