# P.Herc. 425, 1079, 1086, 1580, 1674 5-2

Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674, Column 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-425-1079-1086-1580-1674/5-2

κήν, καὶ τὴν σοφιστικὴν λέγουςιν ἴσως οὐδ' εἶναι τῆς ῥητορικῆς ἴδιον, τὴν δ' ἐμπειρίαν τὴν ἐν τοῖς πράγμασιν μεθοδικὴν καὶ τὴν τούτων φράσιν καὶ ἕξιν οὐ παρηιτήσαντο πώ π οτε, διατελοῦσίν τ' ἐπ' αὐτῆι κομπάζοντες ὡς Δημοσθένης. μὴ γὰρ ἀλλὰ κακῶς ἵσταιντ' ἂν ἔνιοι καταισχ υνό μενοι περὶ τῆς τέχνης· οὐ δέον· ἡ μέντοι γε ῥητορικὴ χάριν τούτου τὸ μεθοδικὸν οὐ προσφερομένη πῶς δύναιτ' ἂν παρίστασθαι; διόπερ εὔ δηλον, ὅτι τινὲς ὀνει δίζουσίν τισιν τέ χνην καὶ ἰδιότητα πρὸς τὰς ἄλλας ἐπιστήμας ἔχει ν· καὶ ἐπ' ἄλλων δὲ τεχν ῶν ἢ βλα βερῶν οὐσῶν ἢ δοκουσῶν ὀνειδί ζο υσίν τιν ές τισιν, οὐχ ἣν ἔχειν ἐπαγγέλλονται δύναμιν, ἀ λ λ' ἣν οὐδ' ἐθέλουσιν περ ιγίνεςθαι. πᾶς τεχνίτης ἐπαγγέλλεται τὸ τέλ ος ποιήσειν, ὁ δὲ ῥήτωρ οὐκ ἐπαγγέλλεται πείσειν. oὐ πᾶς τεχνίτης, ἐὰν ἔχ ηι φρέ

---

Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62500.local001/.
