# P.Herc. 425, 1079, 1086, 1580, 1674 56

Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674, Column 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-425-1079-1086-1580-1674/56

τω τ λεωσ σ ται βραχέως κε πα τί νομίζουσι· κἂν ἔχηι τις καθ' ὑπόθεσιν διὰ παντὸς πειθοῦσαν τοὺς πολλοὺς δύναμιν οὐκ ἀγαθῶν ἀλλὰ κακῶν μεγάλων αἰτίαν εἶναι ταύτην. καὶ τούτων ἕκαστον κατασκευάσας, ὡς νομίζει, ποικίλ ω ς οἴεται κατ' ἄκρας ἀποδεδειχέναι τὸ παρ' Ἐπίκουρον ἵστασθ αι τοὺς ἢ πᾶσαν τὴν ῥητορικὴ ν ἢ μέρος αὐτῆς ἔντεχ νον ἀπο φαινο μένους. ἐγὼ δ' ἀμέλει καὶ τῶν ἀκουστῶν μὲν ἄγ αμαι τοῦ σχολάζοντος Ἀθήνησιν ἀνδρός· ὧν ὁ μὲν ἐ ν τῶ ι Συμποσίω ι π ε ρ ὶ τῆς ῥητορικῆς ἔφη συγ γεγράφθαι πιστεύειν ε ἰ χρὴ τοῖς λέγουσιν ο ὐδ' ἴσως φιλοσόφοις περὶ φιλοσόφων πιστεύει ν, ὁ δ' οὐκ ἔφη γινώσκειν ὅπου λέγουσιν οἱ π ε ρὶ τὸν Ἐπίκουρον. οὔκουν ἐπιμελεῖς ἦσαν ὧν ἂν διακούσωσιν οἱ μαθηταὶ ἢ κριταὶ μᾶλλον τοῦ Ῥω δίου τοῦ μέχρι τῆς

---

Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62500.local001/.
