Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.13
Not analysed yet
οὕτων. „Οὐκ ὀλίγοι πρότερον ὄντες ἀδύνατοι προσελθόντες καὶ φιλοπονήσαντες ἐγίνοντο δυνατοί. “Πρῶτον μὲν οὐ πάντες ἀλλʼ ἔνιοι, καὶ χείρους ἀποβαίνουσιν, παρʼ ὅσον γε τοῖς σοφισταῖς προσεληλύθασιν. Εἰ δὲ λέγειν ἀγαθοὶ γίνονταί τινες, ἀλλὰ διʼ ἄλλας αἰτίας, ἃς μὲν ἄλλοις τόποις εὐκαιρότερον ὑποζεύξομεν, ἄλλοις δὲ καί, διὰ τί διατριβαῖς προσεληλύθασιν. Ἐάν τε καὶ συγχωρηθῆι τοῦτο, τὸ τέχνην αὐτὴν ὑπάρχειν οὔπω συνάγεται· δυνατὸν γὰρ ἀσκήσει καὶ τριβῆι πρὸς τοὺς ἐπιμελομένους τῆς ἀσκήσεως εἰσιόντας ἐνίους κρατεῖν τῆς προθέσεως. „Οὐκ ἂν τῶν ἀφηγουμένων τοὺς μὲν πολλοὺς καὶ ἀγαθοὺς ἀπετέλουν ἀλλὰ καχεξεῖς. “Καίτοι γε ὁρῶμεν παρʼ ἐνίων ἀτέχνων ὄντων πολλῶι πλείονας ἐνίοτε καὶ δυνατωτέρους ἐξιόντας ἢ παρὰ τῶν ἐπιστημονικῶς