Ancient Greek · ~2 min
Volume 2
Philosophus Christianus Alchem., Τοῦ Χριστιανοῦ περὶ τοῦ θείου ὕδατος (e cod. Venet. Marc. 299, fol. 101r) 2.400
Not analysed yet
ποτὲ μὲν ἄθικτον, ποτὲ δὲ δι' ἀσβέστου καλοῦντες, καὶ τούτου ἑκάτερον ἐπὶ ξανθοῦ τε καὶ μέλανος καὶ λευκοῦ, πλὴν εἰς ἔννοιαν πρὸς ἑαυτοὺς διεφώνησαν. Ἐν γὰρ τοῖς καταλόγοις τῶν εἰδῶν, τινὲς τὰ κατόχιμα συνεγράψαντο σαφῶς, μετρίας ἐμφάσεις τῶν οὐχ ἰσταμένων ποιήσαντες· ἕτεροι δὲ ποσῶς αἰνιξάμενοι τὰ κατέχοντα, τῶν φευγόντων πλουσίως ἐμνήσθησαν· ἄλλοι δὲ πάντων μνησθέντες ἑτέροις εἴδεσιν καὶ οἰκονομίαις ταῦτα διεγράψαντο, οὐ φθόνῳ κατεχόμενοι [πεποιήκασιν], συμπαθείᾳ δὲ μᾶλλον.