# Ἡ τοῦ μυθικοῦ ὕδατος ποίησις (e cod. Venet. Marc. 299, fol. 102r) 2.402

Philosophus Christianus, Ἡ τοῦ μυθικοῦ ὕδατος ποίησις (e cod. Venet. Marc. 299, fol. 102r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philosophus-christianus-alchem/e-cod-venet-marc-299-fol-102r-2/2.402

Η ΤΟΥ ΜΥΘΙΚΟΥ ΥΔΑΤΟΣ ΠΟΙΗΣΙΣ Τὸ δὲ λευκὸν ἢ ξανθὸν ἢ ἑτεροῖον ὑπάρχον τοὺς κενούς ..... Ἐπεὶ οὖν κατὰ τὸ ἐνδεχόμενον ταῖς διαφόροις ἐννοίαις συνηγόρους εὑρήκαμεν καὶ χρήσεις· οὐ ταὐτὸν δὲ μονὰς καὶ δυὰς, διότι ἡ μέν ἐστιν ἀρχὴ παντὸς ἀριθμοῦ, ἡ δὲ πλείους ἀρχὴ καὶ πρώτη κίνησις τῆς μονάδος, καὶ οἷον διχάς τις ὑπάρχουσα, ταύτῃ συμφωνεῖν τε χρεὼν ἀλλήλαις τὰς ἐννοίας ἅπερ ἐπὶ τῶν καλουμένων συνδέσμων οἱ διαζευκτικοὶ τὴν μὲν φράσιν ἐπισυνδέουσιν, τὴν δὲ διάνοιαν διαιροῦσιν· ἐπεί πως οἷόν τε ἅμα τοὺς αὐτοὺς διαλύειν τε καὶ δεσμεύειν· φέρε λοιπὸν ἑκατέρας λέξεως συντροχάσωμεν τὴν διάνοιαν. Εἰ γὰρ ἐπιστήμων ᾖ οὐ δύναται μάχεσθαι, πολλῷ μᾶλλον οὔτε αὐτὸς ἑαυτόν. Ἀναπτύξωμεν οὖν ἑκάστης λέξεως τὴν ἔννοιαν, ὅτι τοῦτο «τὸ ἓν» τριττὴν ἔχει καὶ οὐ μοναχὴν σημασίαν, κατηγορούμενον γένους, καὶ εἴδους, καὶ ἀριθμοῦ. Γένος μὲν γάρ ἐστιν παντὸς ζώου· εἶδος δὲ πάλιν ἕν ἐστι παντὸς ἀνθρώπου· ἀριθμῷ δὲ εἷς ἐστιν ὁ καθέκαστος βοῦς, ἢ ἵππος, ἢ ἄνθρωπος. Καὶ

---

Philosophus Christianus Alchem., Ἡ τοῦ μυθικοῦ ὕδατος ποίησις (e cod. Venet. Marc. 299, fol. 102r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4328.tlg005.local001/.
