# Ἡ τοῦ μυθικοῦ ὕδατος ποίησις (e cod. Venet. Marc. 299, fol. 102r) 2.403

Philosophus Christianus, Ἡ τοῦ μυθικοῦ ὕδατος ποίησις (e cod. Venet. Marc. 299, fol. 102r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philosophus-christianus-alchem/e-cod-venet-marc-299-fol-102r-2/2.403

ἐπείπερ οὐ γέγραφεν ἑνὸς τῷ ἀριθμῷ τὸ ἀβύσσαιον ὕδωρ, οὔτε μὴν τῷ εἴδει ἢ τῷ γένει δυνατόν ἐστιν ἐφ' ἕκαστον αὐτῶν ἐρείδειν ἡμᾶς τὴν διάνοιαν, ἀλλὰ τῷ μὲν ἀριθμῷ λέγειν ἓν παντελῶς, ἀδύνατον. Οὔτε γὰρ τῷ αὐτῷ δύναται ξανθόν τε καὶ λευκὸν καὶ μέλαν. Ὥσπερ οὐδὲ τὸν αὐτὸν ἄνθρωπον εἶναι δυνατὸν μέλανα καὶ λευκὸν καὶ σιτόχροον, ἢ τὸν Αἰθίοπα καὶ Σκύθην καὶ Ἀθηναῖον, οὕτως οὔτε αὐτῷ τῷ ὕδατι ἐν ταῖς μυρίαις καταριθμῶν τάξεσιν ἐνδέχεται ὑπουργεῖν. Ὁμοίως δὲ καὶ τῷ εἴδει ἑνὸς ἐπί τε λευκοῦ καὶ μέλανος καὶ ξανθοῦ συνθέματος ἀδύνατον, πολλῆς οὔσης τοιαύτης τῶν εἰδῶν ἑτερότητος, μάλιστα ἐπὶ τοῦ ἀθίκτου καὶ διασβέστου καὶ ἀπολελυμένου· ῆ τοίνυν ὥστε λέγειν αὐτὸν ὡς τὸ ἓν εἶναι τῷ ἀριθμῷ, τῶν ἀδυνάτων ἐστιν. Ὁμοίως δὲ καὶ τὸ ἓν ὡς τῷ εἴδει ἀμήχανον ἐνδεῶς, πάντως ἀνάγκη ὁμολογουμένως ἕν ἐστιν τῷ γένει τὸ θεῖον ὕδωρ, τῷδε τῷ γένει ἓν καὶ τῷ εἴδει, πλεῖόν ἐστιν τῷ ἀριθμῷ. Καλῶς ἔφησεν ὁ Ζώσιμος· «Τὸ ἓν ὕδωρ δύο μονάδας ὡς συνθέτους συνερχομένας ἀλλήλαις.» Οὕτω γὰρ καὶ ὁ θεῖος ἔφησε χρησμός· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν.» Προσεπάγει ὁ συγγραφεὺς· «Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς.» Ὥσπερ γὰρ ἐν τῷ ἀριθμῷ ἢ τῷ εἴδει ἀδύνατόν ἐστιν πᾶν ὕδωρ θειῶδες καὶ ἀσφαλτῶδες, νιτρῶδες τε καὶ ἁλιῶδες καὶ πότιμον ἐν τοῖς ὑπὸ σελήνην τὸ ἐν ποταμοῖς ἀένναον, χειμάρροις τε καὶ λίμναις

---

Philosophus Christianus Alchem., Ἡ τοῦ μυθικοῦ ὕδατος ποίησις (e cod. Venet. Marc. 299, fol. 102r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4328.tlg005.local001/.
