# Ἡ τοῦ μυθικοῦ ὕδατος ποίησις (e cod. Venet. Marc. 299, fol. 102r) 2.404

Philosophus Christianus, Ἡ τοῦ μυθικοῦ ὕδατος ποίησις (e cod. Venet. Marc. 299, fol. 102r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philosophus-christianus-alchem/e-cod-venet-marc-299-fol-102r-2/2.404

καὶ θαλάσσαις καὶ κρήναις καὶ νέφεσιν, καὶ αὐταῖς τῷ γένει εἶναι, τῷ εἴδει πολλαχῶς ἔχει διαφορὰς καὶ τῷ ἀριθμῷ τὸ ἄπειρον πάντως, οὕτω κἀνταῦθα τὸ ἀπὸ τῆς ὀρνιθογονίας ἐξιωμένον ὕδωρ τῷ γένει ὑπάρχον ἓν, τοῖς εἴδεσι διενήνοχεν, λευκῷ φημι, καὶ μέλαντι, καὶ πυρώδει. Οὐκ ἀφίησιν Ἑρμῆς βοτρυχίτης πυρῶσαι λευκὰ εἴδη τοῦ βοτρυχίτου. Ταῦτα εἶπον· ἀριθμῷ δὲ πλεῖον μηκύνεται, ὁμοίως καὶ τῶν εἰρημένων ἕκαστον. Τῇ λειπομένῃ ἐν τῷ πατελλίῳ τέφρᾳ μιγνυμένου μετὰ κάθαρσιν τε καὶ πλύσιν διχάζεται, καὶ ποιεῖ τὰς δύο συνθέτους μονάδας, τήν τε ἰωμένην καὶ τὴν ὁμοτερίζουσαν, αἵ τινες συνερχόμεναι λειώσει τε καὶ σήψει κατέχουσιν ἀλλήλαις τῇ συνμίξει, καὶ τὸ Πᾶν κατεργάζονται. Διὸ καὶ μᾶλλον ἔξεστι λέγειν ὡς τὸ μὲν ἐναβύσσαιον ὕδωρ τὸ ἀπὸ τῆς λοπάδος ἐστὶν ἀνασπώμενον, αἱ δὲ δύο σύνθετοι μονάδες αἱ συνερχόμεναι ἀλλήλαις τὰ δύο τοῦ συνθέματος ὑπάρχουσι μέρη, τό τε ἄσηπτον, τὸ στερεὸν, καὶ τὸ σεσηπὸς ὑγρὸν, τὸ ἐκ τῆς χύτρας διὰ τοῦ ὀργάνου λειφθὲν, μετὰ τὸν τεταγμένον τῆς ἰώσεως χρόνον. Ἔνθεν ἡ Ἑβραία προφῆτις ἀνυποστόλως ἐκραύγαξεν· «Τὸ ἓν γίνεται δύο, καὶ τὰ δύο γʹ· καὶ τοῦ γτου τὸ ἓν τέταρτον· ἐν δύο ἕν». Ὅρα πῶς ἓν μᾶλλον τῷ γένει καὶ οὐ τῷ εἴδει ἢ τῷ ἀριθμῷ· ἀπὸ γὰρ τοῦ ἑνὸς προῆλθεν τὸ δύο

---

Philosophus Christianus Alchem., Ἡ τοῦ μυθικοῦ ὕδατος ποίησις (e cod. Venet. Marc. 299, fol. 102r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4328.tlg005.local001/.
