# Ἀπορία. Τὸ ἓν ἀβύσσαιον ὕδωρ ἐν τῷ ἀριθμῷ δεικνύειν ἐθέλουσα ἡ τούτου ἐπίλυσις (e cod. Venet. Marc. 299, fol. 120r) 2.407

Philosophus Christianus, Ἀπορία. Τὸ ἓν ἀβύσσαιον ὕδωρ ἐν τῷ ἀριθμῷ δεικνύειν ἐθέλουσα ἡ τούτου ἐπίλυσις (e cod. Venet. Marc. 299, fol. 120r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philosophus-christianus-alchem/e-cod-venet-marc-299-fol-120r/2.407

ΑΛΛΗ ΑΠΟΡΙΑ ΤΟ ΕΝ ΑΒΥΣΣΑΙΟΝ ΥΔΩΡ ΕΝ ΤΩ ΑΡΙΘΜΩ ΔΕΙΚΝΥΕΙΝ ΕΘΕΛΟΥΣΑ. Η ΤΟΥΤΟΥ ΕΠΙΛΥΣΙΣ Ἕτεροι δέ φασιν ὅτι πολυσύνθετόν ἐστιν τὸ ὕδωρ, ἀπὸ δύο μονάδων συνθέτων γινόμενον· ὡς πάντα τὰ φυσικά τε καὶ τεχνικὰ πράγματα, πλοῖον, εἰ τύχοι, καὶ οἶκος, ὡς καὶ ὁ κόσμος εἷς ἐστιν τῷ ἀριθμῷ, ἐκ πολλῶν συνιστάμενος. Διὸ καί φησιν Ἑρμῆς ὅτι πολλὰ ὄντα ἓν λέγεται. Φάσκουσιν δὲ καὶ τοῦτο πρὸς συνηγορίαν τοῦ λόγου τοῦ αὐτῶν οὕτως· «Τῷ ἀριθμῷ ἓν τριττὴν ἔχει τὴν σημασίαν·» λέγεται γὰρ ἓν τῷ ἀριθμῷ τὸ κατὰ συνέχειαν, ὡς τὸ δεκάπηχυ ξύλον, ὅπερ διὰ τὴν τῶν μορίων συνέχειαν ἕν ἐστι κατ' ἐνέργειαν, δυνάμει δὲ πλείονα, διὰ τὸ ἐπ' ἄπειρον ἐνδεχομένως τοῦτο διαιρετὸν λέγεται. Πάλιν ἓν τῷ ἀριθμῷ ὁμωνύμως ὡς ὁ ἀστρῷος κύων, καὶ ὁ θαλάσσιος, καὶ ὁ χερσαῖος· μίαν γὰρ ἔχουσι

---

Philosophus Christianus Alchem., Ἀπορία. Τὸ ἓν ἀβύσσαιον ὕδωρ ἐν τῷ ἀριθμῷ δεικνύειν ἐθέλουσα ἡ τούτου ἐπίλυσις (e cod. Venet. Marc. 299, fol. 120r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4328.tlg007.local001/.
