# Ἀπορία. Τὸ ἓν ἀβύσσαιον ὕδωρ ἐν τῷ ἀριθμῷ δεικνύειν ἐθέλουσα ἡ τούτου ἐπίλυσις (e cod. Venet. Marc. 299, fol. 120r) 2.408

Philosophus Christianus, Ἀπορία. Τὸ ἓν ἀβύσσαιον ὕδωρ ἐν τῷ ἀριθμῷ δεικνύειν ἐθέλουσα ἡ τούτου ἐπίλυσις (e cod. Venet. Marc. 299, fol. 120r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philosophus-christianus-alchem/e-cod-venet-marc-299-fol-120r/2.408

προσηγορίαν οἱ τρεῖς· ὁμοίως ἓν τῷ ἀριθμῷ ἐστιν καὶ ὄνομα. Καὶ ἔστιν τὸ ἁπλοῦν καὶ ἀσυνδύαστον, ὡς ἓν πνεῦμα, καὶ ψυχὴ μία, καὶ ἄγγελος εἷς. Τὸ τοίνυν θειότατον ὕδωρ τῆς τέχνης, ὅπερ «ἀβύσσαιον» καλεῖται παρὰ τοῦ διδασκάλου ἕν ἐστιν κατὰ συνέχειαν, σύνθετον ἐκ δύο μονάδων, καὶ οὐχ ἁπλοῦν· ὅπερ οὐκ ἀγνοῶν ἔλεγεν ὁ Ἑρμῆς ὅτι, πολλὰ ὄντα, ἓν λέγεται, ὡς δυναμένον εἰς πλείονα τῷ εἴδει καὶ τῷ ἀριθμῷ διαιρεῖσθαι, ὡς ὁ κόσμος εἷς ἐστιν. Καὶ οὐχὶ τούτοις οὐκ ἀκολουθεῖν χρεὼν ἡμᾶς τοὺς ἐθέλοντας μυστικῶς, καὶ οὐ μυθικῶς διδάσκεσθαι τὴν ἀλήθειαν. Οὐ γὰρ οἷόν τε τὸ αὐτὸ ὕδωρ εἶναι καὶ ξανθὸν ἅμα καὶ λευκὸν καὶ μέλαν, ὥσπερ οὐδὲ τὸν αὐτὸν ἄνδρα λευκὸν ἅμα καὶ μέλανα καὶ φαιὸν, ἢ ἄλλο χρῶμα. Ἀλλ' οὐδὲ τὸ ἓν σύνθετον ἐνδέχεται, πλείονά τε ἅμα εἶναι καὶ ἕν; Ἰδοὺ γὰρ ἄνθρωπος ἕκαστος, σύνθετος ὢν ἐκ ψυχῆς λογικῆς καὶ τοῦ σώματος, ἕνα τὸν ὁρισμὸν ἔχει καὶ οὐ πολλοὺς, ὅθεν οὐ δύναται πλεῖον εἴς τε ἅμα καὶ εἷς· ἢ γὰρ ἂν καὶ πλείονας ἔχει τοὺς ὁρισμοὺς, διότι ἑκάστη φύσις τὸν ἑαυτῆς ἔσωζεν ὁρισμόν. Εἰ γὰρ καὶ πλείονά εἰσιν τὰ μέρη τῶν συνθέτων, ὅθεν συνάγονται καὶ ἶσα καὶ δύνανται διαιρεῖσθαι πολλάκις. Ἀλλ' ἕκαστον αὐτῶν μετὰ σύνθεσιν ἕν ἐστι καὶ οὐ πλείονα. Εἰ δὲ πλείονα εἴη, οὐκέτι εἴη τὸ σύνθετον· εἰ γὰρ ἀναλύσεις τὸν αὐτὸν ἄνθρωπον εἰς σῶμα καὶ ψυχὴν καὶ τὰ ἐξ ὧν συνετέθη, οὐχ εὑρήσεις ἔτι τὸν ἄνθρωπον· οὐδὲν γὰρ ἐξ αὐτῶν καθ' αὑτὸ πέφυκεν ἄνθρωπος.

---

Philosophus Christianus Alchem., Ἀπορία. Τὸ ἓν ἀβύσσαιον ὕδωρ ἐν τῷ ἀριθμῷ δεικνύειν ἐθέλουσα ἡ τούτου ἐπίλυσις (e cod. Venet. Marc. 299, fol. 120r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4328.tlg007.local001/.
