Ancient Greek
Volume 2
Philosophus Christianus Alchem., Τοῦ Χριστιανοῦ σύνοψις. τίς ἡ αἰτία τῆς προκειμένης συγγραφῆς (e cod. Venet. Marc. 299, fol. 121r) 2.409
Not analysed yet
ΤΟΥ ΧΡΙΣΤΙΑΝΟΥ ΣΥΝΟΨΙΣ ΤΙΣ Η ΑΙΤΙΑ ΤΗΣ ΠΡΟΚΕΙΜΕΝΗΣ ΣΥΓΓΡΑΦΗΣ Πολλάκις ὑμῖν ἐφόδοις ἐν τοῖς προτέροις σπουδάσμασιν ὁ περὶ τῆς θείας ἐπιστήμης διήνυσται λόγος, διὰ τὸ δύσληπτον καὶ ἀκαταγώνιστον εἶναι τί χρῆμα σχεδὸν πᾶσιν ἀνθρώποις τὸ δράξασθαι τῆς ἐντίμου καὶ ἀρίστης φιλοσοφίας ἣν οἱ παλαιοὶ καὶ ἐχέφρονες εἰς ἕνα καὶ τὸν αὐτὸν συναγείροντες [τὸν] νοῦν, εὑρίσκουσι τὸ ποθούμενον· οὐ μόνον δὲ τοῦτο, ἀλλ' ὅτι καὶ τῶν πάλαι σοφῶν ὁ θεσμὸς ἑνικωτάταις αἰτίαις ῥᾳδίως ἀπὸ τῆς ἀληθοῦς ὕλης γνωσθήσονται τῆς ἀπὸ χηνείων ὠῶν καὶ τῶν κατοικιδίων ὀρνίθων.