# Ὅτι τετραχῶς διαιρουμένης τῆς ὕλης, διάφοροι ἀπογίνονται τῶν ποιήσεων αἱ τάξεις (e cod. Venet. Marc. 299, fol. 121v) 2.410

Philosophus Christianus, Ὅτι τετραχῶς διαιρουμένης τῆς ὕλης, διάφοροι ἀπογίνονται τῶν ποιήσεων αἱ τάξεις (e cod. Venet. Marc. 299, fol. 121v), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philosophus-christianus-alchem/e-cod-venet-marc-299-fol-121v/2.410

ρουμένης, ὄστρακόν φημι καὶ ὑμένα, λευκόν τε καὶ ξανθὸν, εὐλόγως αἱ διάφοροι ἀπεκυήθησαν τάξεις, γενικαί τε καὶ εἰδικαί. Καὶ καθ' ἕκαστα μὲν γὰρ τῇ ἀρχῇ διαιροῦσιν εἰς τὴν τῶν ὑγρῶν ἐκ τῶν στερεῶν τῇ διὰ τῶν ἀμβύκων ποιήσει τῶν ὑδάτων. Ἔπειτα ἡ ἕνωσις αὐτῶν ἐν τῇ θυείᾳ· καὶ πάλιν ἐν ταῖς πλύσεσι χωρισμὸν, ἕως οὗ φύγῃ, κατὰ Δημόκριτον, τοῦ στίμμεως ἡ μελανία, μετὰ δὲ ταῦτα, τὰ μέρη· καὶ τότε διχάζεται τὸ πᾶν γενόμενον φάρμακον οὐκέτι εἰς τὰ οἰκεῖα μέρη, καθάπερ τὸ πρότερον διαιρούμενον. Τοῦτο γὰρ πάντη ἀδύνατον γενέσθαι μετὰ τὴν σύνθεσιν ἐκ τῆς ἐμπλαστρώδους ἰώσεώς τε καὶ μίξεως ἀμφοτέρων. Εἶτα τοῦ φαρμάκου τὸ ἥμισυ πλείοσιν ὑγροῖς συνενούμενον ὡς εἰ ⸕ τῇ 𐆄 ποιεῖ τὸ καλούμενον χρυσοζώμιον ἢ ἀργυροζώμιον ἢ μελάνθιον, ὅπερ τὸ ἀλλὸ ἥμισυ περιπλακὲν ταῖς ἄγαν λειώσεσιν, ἀποτελεῖ τὸ ζητούμενον· κἀντεῦθεν ἐφάνησαν τὰ ἐκ τῶν διαιρέσεων σκέλη, καὶ τὰ μέρη τῆς ὕλης ἀναγκαίως μεθαρμοζόμενα.

---

Philosophus Christianus Alchem., Ὅτι τετραχῶς διαιρουμένης τῆς ὕλης, διάφοροι ἀπογίνονται τῶν ποιήσεων αἱ τάξεις (e cod. Venet. Marc. 299, fol. 121v). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4328.tlg009.local001/.
