Ancient Greek
Volume 2
Philosophus Christianus Alchem., Πῶς δεῖ νοεῖν διαφορὰς τῶν ποιήσεων καὶ σχήμασι γεωμετρικοῖς (e cod. Venet. Marc. 299, fol. 124r) 2.415
Not analysed yet
γωνίας μετερχομένων πρὸς τὴν διάφορον ποίησιν· αἱ δὲ ἀπὸ μόνων δύο μοιρῶν ἡμικυκλίοις καὶ γραμμῇ ἐπιπέδῳ εὐθείᾳ γραμμῇ κάθετον ἐχούσῃ μέσῃ δεικνύσθωσαν, τῶν στοιχείων ὡς ἐν ταῖς ἀνωτέρω μετερχομένων, πολυμερῶς· ἐπὶ δὲ τῶν ἀπὸ μέρους ἑνὸς γινομένων τάξεων, κυρίως ἐστὶν ὁ διαγραφόμενος μόνος, ᾗ γραμμοειδές. Καὶ εἰ μὲν διὰ μόνου πυρὸς ἀποτελοῦσι τε διάστημα πυραμίδους ἐχούσῃ παρακείμενον χαρακτηρίζον αὐτὰς ὅσαι διὰ τοῦ πυρός· εἰ δὲ ἄνευ τοῦ πυρὸς, ὀκτάεδρον ἕξει παρακείμενον σχῆμα τὸ ἀνῆκον ἀέρι, μέσον δὲ ἔχοντι φύσιν τε καὶ θέσιν ὕδατος καὶ ἀέρος· ἔστωσαν δὲ τὰ διαγράμματα οὕτως.