# Historia ecclesiastica (fragmenta ap. Photium) 11

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), EK ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/11

11. Ὅτι τὸ δυσσεβὲς οὗτος τοῦ ψεύσους ὄργανον, Ἀλεξάνδρου τοῦ Ἀλεξανδρείας τελευτήσαντος καὶ ψήφων ἄλλων ἐπ' ἄλλους φερομένων, καὶ χρόνου τινὸς ἐπὶ τοῦτο παρατεινομένου, τὸν θεῖον Ἀθανάσιόν φησι περὶ δείλην ὁψίαν εἰς τὴν Διονυσίου καλουμένην ἐκκλησίαν εἰσπηδήσαντα, καὶ δύο τινὰς τῶν Αἰγυπτίων ἐπισκόπων Κωνσταντῖνος παραγενόμενος τὸ δόρυ τε ἐπἠξατο καὶ ἔφη διαρρήδην· »ἕως ἐνταῦθα«, ἔνθα καὶ νῦν εἰσιν αἱ μεγάλαι πύλαι τῆς πόλεως. Τὴν δὲ πόλιν κτίσας ἔνδοξον αὐτὴν ἐκάλεσε 'Ρώμην, οὕτω κατὰ τὴν τῶν Ἰταλῶν γλῶτταν »Ἄλμα 'Ρώμα« τὴν προσηγορίαν αὐτῇ θέμενος. καὶ βουλήν τε ἐν αὐτῇ σύγκλητον ἱδρύσατο καὶ σιτηρεσίου δαπάνην πολυτελεστάτην τοῖς οικήτορσι κατένειμε, καὶ τὸν ἄλλον ἐν αὐτῇ τῆς πολιτείας κατεστήυσατο κόσμον, ὡς ἀρκεῖν εἰς ἀντίπαλον κλέος τῇ προτέρᾳ 'Ρώμῃ. εὑρόντα τὰς πύλας τε κατὰ ὀχυρώτατον μετὰ τῶν συστασιωτῶν ἐπικλεισάμενον, οὕτω τὴν χεροτονίαν ὑπελθεῖν· τῶν χειροτονούντων πολλὰ μὲν ἀνανευόντων, τῆς δὲ προσαγομένης αὐτοῖς βίας μείζονος τῆς βουλῆς καὶ τῆς δυνάμεως γεγενημένης, τὸ δοκοῦν Ἀθανασίῳ ἐπιτελεσθῆναι. καὶ ὡς ὁ παρὼν τῶν ἐπισκόπων ἄλλος ὅμιλος διὰ τὴν τοιαύτην αἰτίαν τῷ ἀναθέματι τοῦτον παρεπέμψαντο. τὸν δὲ Ἀθανάσιον κρατυνάμενον τὰ καθ᾿ ἑαυτόν, ὡς ἀπὸ τοῦ κοινοῦ τῆς πόλεως πρὸς βασιλέα γράψαι τὴν εἰς τὴν ἀρχιερωσύνην ἀνάρρησιν αὐτοῦ. τὸν δὲ νομίσαντα κοινῆς βουλῆς εἶναι τὸ γράμμα. ἐπιψηφίσαι τὴν κατοχὴν τοῦ θρόνου. Ὕστερον δὲ μαθόντα τὰ πεπραγμένα, εἰς Τύρον τῆς Φοινίκης αὐτὸν ἐξαποστεῖλαι, τῷ ἐκεῖσε συνεδρίῳ λόγον ὧν ἔδρασεν δώσοντα. καὶ μόλις μὲν οὖν εἶξαι ταῖς βασιλείοις ἀπειλαῖς τὸν Ἀθανάσιον. εἴξαντα δ᾿ οὖν καὶ παραγενόμενον εἰς Τύρον τὴν μὲν δίκην οὐκ εἰσέρχεσθαι· γύναιον δέ τι μισθωσάμενον ἑταιρικόν, ἤδη τῷ τῆς γαστρὸς ὄγκῳ τὴν ἀκολασίαν στηλιτεῦον, ἐπαφεῖναι διαμηχανᾶσθαι τῷ Εὐσεβίῳ, ὃς τοῦ ἐκεῖσε συνεδρίου κορυφαῖος ἐνομίξετο· τῷ διὰ τὴν συκοφαντίαν ὡς εἰκός, ἐμπεσόντι θορύβῳ καὶ ταράχῳ τήν τε δικην ὑπεκκλέψαι καὶ τὴν κρίσιν ἐκφυγεῖν διανοούμενον. Φωραθῆναι δὲ τὴν συσκευὴν ὁ τοῦ ψεύδους φίλος ἀναγράφει δι᾿ ἧς μεθόδου φασὶν οἱ εὐσεβεῖς τὸ κατὰ τοῦ μεγάλου Ἀθανασίου μισθωθὲν παρὰ τῶν δυσσεβῶν πορνίδιον διελεγχθῆναι. τὸν μὲν γὰρ Εὐσέβιον διαπυνθάνεσθαι τῆς ἑταρίδος εὶ γινώσκει αὐτῆς τὸν φρορέα· τῆς δὲ καὶ μάλα διατεινομένης, προσαναπυθέσθαι εἰ ἄρα γε τοῦτον ὁ παρὼν χορὸς ἔχει. τὴν δὲ φάναι· »εὐφήμει, ὦ δέσποτα· οὐ γὰρ

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
