# Historia ecclesiastica (fragmenta ap. Photium) 1a.1-2

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), EK ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΙΣΤΟΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/1a.1-2

1a. Artemii Passio 14 [unmittelbar nach ἀνυπέρβλητον ob. S. 55, 16]: Ὁ δὲ Κωνστάντιος, ἐπειδὴ τάχιστα ἐπύθετο τὸ συμβάν, μετάπεμπτον ὡς ἑαυτὸν ἐποιεῖτο τὸν Γάλλον. ὁ δέ, εἰδὼς μὲν ὡς οὐκ ἐπ᾿ ἀγαθᾠ τυγχάνει καλούμενος, ἐννοῶν δὲ πάλιν ὡς, ὡς, μὴ βούλοιτο ὑπακούειν, πόλεμον ἀνάγκη ποιεῖν ὅπλα πρὸς Κωνστάντιον ἐκ τοῦ εὐθέως ἀράμενον, αἱρεῖται μᾶλλον τὰ τῆς εἰρήνης. καὶ τὴν γυναῖκα προαποστείλας ὡς τὸν Κωνστάντιον ἐκμειλίξασθαι, καὶ αὐτὸς ἀπῄει αὐτόμολος ἐπὶ τὸν κίνδυνον. ἡ μὲν οὐν Κωνσταντία προτέρα ἐξώρμησε, προεντυχεῖν τῷ ἀδελφῷ καὶ αἰδέσασθαι αὐτὸν ὑπὲρ τοῦ ἀνδρὸς προθυμουμένη, τοῦ μή τι εἰς αὐτὸν βουλεύσασθαι [zu 1 u. la] Vgl. Zonar. XIII 9, 10 — 21 [unmittelbar nach διέφθειραν ob. S. 55, 23]: Ταῦτα μαθὼν ὁ Κωνστάντιος ἔπεμψε τοὺς ἄξοντας τὸν Γάλλον ὡς ἑαυτόν. ὁ δὲ τὴν γυναῖκα προέπεμψεν ἐξευμενισομένην τὸν ἀδελφόν· ἣν ὁδοιποροῦσαν ἔτι τὸ τέλος ἐκ νόσου κατέλαβε τῆς ζωῆς. γνοὺς γνοὺς τὸν τὸν ἀδελφὴς ὁ Γάλλος, μᾶλλον τοῦ δέους γενόμενος τὴν ἐζ ἀρχῆς γνώμην ὅμως οὐ μεθίετο. συναπῄει δ᾿ αὐτῷ καὶ Θεόφιλος ὁ Ἱνδός. ἐπεὶ δὲ τοὺς Κωρικοὺς κατέλαβεν, ἐνταῦθα δὴ ἐκ Μεδιολάνων, ἔνθα διῆγεν ὁ Κωνστάντιος, καταπέμπεται Βαρβατίων, ἀνὴρ τὴν στρατηγικὴν ἔχων ἀρχήν, ἐφ’ ᾧ τὸν Γάλλον ἀφελέσθαι μὲν τῆς ἀλουργίδος, ὐπερόριον δὲ κατά τινα νῆσον τῆς Δαλματίας ποιήσασθαι. ὁ δὲ Θεόφιλος παρὼν οὐκ εἴα προελθεῖν τὴν πρᾶξιν. καὶ γὰρ καθ’ ὃν καιρὸν καῖσαρ ὁ Γάλλος κεχειροτόνητο, τῶν μεταξὺ αὐτοῦ καὶ Κωνσταντίου προελθόντων ὅρκων, οἳ τὴν ἐν ἀμφοῖν φιλίαν καὶ τὸ παρ᾿ ἑκατέρου ἀνεπιβούλευτον ἑκατέρῳ διετίθεντο, αὐτὸς ὁ μεσίτης ἦν, καὶ ὁ συνέχο)ν αὐτῶν τὴν ὁμόνοιαν. πλὴν ἀλλά γε μαθὼν ὁ Κωνστάντιος τὴν τοῦ Θεοφίλου ἀποκώλυσιν, ἐκεῖνον μὲν ὑπερόριον ἄγεσθαι κελεύει, τὸν Ε; Γάλλον εἰς ἰδιώτην ἀπογυμνωθέντα φρουρησόμενον ἐκπέμπεσθαι 3 νωρικοὺς Β, oppidum Noricorum Ammian. Marcell. XIV 11, 19 15 ἀλουργίδοσ Β, wieunt. Ζ. 26 | 6 Δαλματίας Gothofretl. δελματίασ B, s. Register | 8 κεχειροτόνητο B | 12 <δὲ> Bochart ἀνήκεστον. πολλῇ δὲ προθυμίᾳ περὶ τὴν ὁδοιπορίαν χρωμένη, εἰς νόσον τε ἔπεσε μεταξὺ πορευομένη καὶ Βιθυνίας ἐπιβᾶσα ἐν σταθμῷ τινι ταύτης Γαλλικάνῳ λεγομένῳ ἀπέθανεν. ὁ δὲ Γάλλος, καὶ τοῦτο παρὰ δόξαν αὐτῷ συμβὰν μεγάλην συμφορὰν ποιησάμενος, ὅμως ᾔει τὸ πρόσω, τῶν δεδογμένων οὐκ ἐξιστάμενος. ἐπεὶ δὲ εἰς Νωρίκους ἀφίκετο πόλιν αὐτῶν Πυταβιῶνα καλουμένην, ἐνταῦθα δὴ ἀπὸ Μεδιολάνου καταπέμπεται στρατηγὸς Βαρβατίων, ἐκεῖ τοῦ Κωνσταντίου τὸ τηνικαῦτα τυγχάνοντος· ὃς τὸν Γάλλον ἀφαιρεῖται τῆς ἀλουργίδος καὶ εἰς ἰδιώτην μετασκευάσας ἐξόριστον αὐτὸν εἴς τινα νῆσον τῆς Δαλματίας κατέστησε. § 15] τοῦ δὲ Γάλλου εἰς τὴν νῆσον ἀπηγμένου, Κωνστάντιος θάντον αὐτίκα στείλας γυμνοῖ τὸν Γάλλ·ον τοῦ ἀξιώματος καὶ ὑπερόριον Zonar κατὰ τὴν νῆσον. Εὐσέβιος δὲ ὁ εὐνοῦχος, ὃς εἰς τὴν τοῦ πραιποσίτου τιμὴν ἐμβεβήκει, καὶ οἱ σὺν αὐτῷ τὸν Κωνστάντιον ἔτι συνανέφλεγον κατὰ τοῦ Γάλλου, δεδιότες μή, τῶν ὅρκων εἰς ἐπιστροφὴν ἐλθὼν ἢ τὸ τοῦ αἵματος ὁμόγνιον αἰδεσθείς, ἀνήσει τὸν Καίσαρα τῆς ὑπερορίας καὶ σφὰς ἐκεῖνος τὸν κίνδυνον διαφυγὼν κακοὺς κακῶς ἀπολέσει. στέλλονται τοίνυν τῇ τούτων παραδρομῇ οἱ τὸν Γάλλον ἀναιρήσοντες. οὔπω δὲ τοῦ πάθους προελθόντος, εἰς μετάνοιαν ἐπιστραφεὶς ὁ Κωνστάντιος ἑτέρους ἐκπέμπει τὸν φόνον κωλύσοντας· τοὺς δὲ οἱ περὶ Εὐσέβιον ὑποποιοῦνται μὴ πρὶν παραγενέσθαι τῇ νήσω μηδ’ ἐμφανίσαι τινὶ τὰς ἀνακαλούσας τὸν θάνατον ψήφους, πρὶν ἄν ὁ κατακριθεὶς τῷ ξίφει τὴν ζωὴν ἀπορρήξῃ. καὶ γέγονεν ὡς ἐσπούδασαν. διὰ τοῦτο κοὶ Ἰουλιανὸς ὕστερον, τὸ τῆς βασιλείας περιζωσάμενος κράτος, Εὐσέβιόν τε καὶ τοὺς σὺν αὐτῷ τῆς περὶ τὸν ἀδελφὸν παρανομίας δίκην εἰσεπράξατο. οἱ τὸ πᾶν ἐπ’ αὐτῷ συστήσαντες, Εὐσέβιος δὲ μάλιστα ἦν ὁ εὐνοῦχος ὁ τὴν τοῦ πραιποσίτου τιμὴν ἔχων καὶ οἱ σὺν αὐτῷ, πείθουσι Κωνστάντιον ὡς τάχιστα τὸν Γάλλον ποιήσασθαι ἐκ ποδῶν. ὁ δὲ πεισθεὶς πέμπει τοὺς ἀποκτενοῦντας αὐτόν. καὶ ἤδη τούτων ἀφικνουμένων πάλιν ὁ Κωνστάντιος εἰς ἔλεον μετεκλίθη, καὶ πέμπει διὰ ταχέων ἕτερον γράμμα τὸν Γάλλον τοῦ πάθους ἀνακαλούμενον. ὁ δὲ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ πείθουσι τὸν πεμφθέντα μαγιστριανὸν μὴ πρότερον ἐπιστῆναι δεικνύντα τὸ γράμμα, πρὶν ἂν πύθοιτο τὸν Γάλλον ἀνῃρημένον. ἐγένετο ταῦτα, καὶ ὁ Γάλλος ἐτεθνήκει. τίθησιν. εἶτα στέλλει καὶ τοὺς αὐτὸν ἀναιρήσοντας, παρὰ τῶν περὶ αὐτὸν πρὸς τοῦτο ἐρεθισθείς. μεταμεληθεὶς δ’ αὖθις ἑτέρους στέλλει τοὺς εἴρξοντας τὴν ἀναίρεσιν· οὓς ἀνέπεισαν οἱ τῷ Γάλλῳ ἐχθραίνοντες, καὶ μᾶλλον ὁ εὐνοῦχος Εὐσέβιος, τὴν τοῦ πραιποσίτου διέπων ἀρχὴν καὶ μέγα παρὰ τῷ Κωνσταντίῳ δυνάμενος, μὴ πρότερον ἀπαγγεῖλαι τοῖς τὸν Γάλλον ἐνταλθεῖσι κτανεῖν τὴν βασιλικὴν μεταμέλειαν, πρὶν ἂν γνοῖεν ἀνῃρημένον τὸν ἄνθρρωπον. ὁ μὲν οὖν ἀνῄρητο.

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
