# Historia ecclesiastica (fragmenta ap. Photium) 2-2

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), EK ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/2-2

2. Ὂτι τὸν Ἄρειον ἀποπηδήσαντα τῆς ἐκκλησίας φησὶ ᾄσματά τε ναυτικὰ καὶ επιμὐλια καὶ ὁδοιπορικὰ γράψαι, καὶ τοιαῦθ' ἒτερα συντιθέντα, είς μελῳδίας ἐντεῖναι ἃς ἐνόμιζεν ἑκάστοις ἁρμόζειν, διὰ τῆς ἐν ταῖς μελῳδίαις ἡδονῆς ἐκκλέπτων πρὸς τὴν οίκείαν ἀσέβειαν τοὺς ἀμαθεστέρους τῶν ἀνθρώπων. ἐποιοῦντο περὶ τῶν προκειμένων, καὶ τὰ περὶ τῆς αὐτῶν κεατε- Vit. C. φληνάφουν αἱρέσεως. τῆς οὖν γνώυης αὐτῶν μεριζομένης, ἐφαπιναίως σεισμός τε γίνεται μέγας περὶ αὐτοὺς καὶ μόνον· καὶ ζόφος ἐπέσχε βαθὺς περὶ τρίτην που τῆς ἡμέρας ὥραν· καὶ ἔκπληξις ἀμήχανος ἠω. Αλλ' οὐδὲ οὕτως συναίσθησιν οἱ τρισαλιτήριοι λαβεῖν ἠθέλησαν, οὐδὲ διαν- έστησαν, ὡς ἄρα τὸ θεῖον, ἐφ’ πἶς κακῶς καὶ ἀθέως μετεβουλεύντο χαλεπαῖνον καὶ ἀπαρεσκόμενον, τὴν ἄψυχον ἐμάστιζε γῆν, τῇ περὶ ταύτην πληγῇ τὴν ἐκείνων, εἰ καὶ μηδὲ οὕτως σωφρονεῖν, σωφρονεῖν, διελέγχων καὶ καταστρέφων τόλμαν τε καὶ ἀπόνοιαν. τὸ γὰρ περὶ μηδένα μὲν τῶν ἄλλων τὸ πάθος γενέσθαι, αὐτοὺς δὲ μόνους οὒς εἶχεν ἡ τῆς δυσφημίας μελέτη περιλαβεῖν, πῶς οὐ φανερὸν τὸν ἔλεγχον οὐ παρέχεται τῆς κατ’ αὐτῶν ἀνακινηθείσης θείας ὀργῆς; βαβαὶ τῆς τοῦ Σατανᾶ πωρώσεως ᾗ συνεσχέθη τὸ τῶν αἱρετικῶν ἅπαν ἄθροισμα.] 2α. [ebd. Folge] Ὁ δὲ Ἄρειος ἐξεληλυθὼς τοῦ εὐσεβεστάτου συλλόγου καὶ πανταχόθεν παρὰ τῶν ὀρθοδόξων ἀποκλειόμενος καὶ οὐκ ἔχων ὂπως ἔτι τοῖς πλήθεσιν ὁμιλοίη καὶ διδάσκοι περὶ τῶν προκειμένων, ἐπὶ τὸ γράφειν ἐχώρει ψαλμούς τέ τινας ὅπως ἠδύνατο συντιθεὶς καὶ ᾄσματα ναυτικά re Kai επιμὺλια καἰ οἲοις οἱ ἐν ταῖς ὁδοιπορίαις οἱ τοὺς ὄνους ἐλαύνοντες εἰώθασιν χρῆσθαι. ['Αλλὰ χάριν μὲν οὖτος τῶν βλασφημιῶν ἐν καιρῷ τῷ προσήκοντι τιμωρίαν τὴν πρέπουσαν ἐπισπάσεται· Κρίστος δὲ usw. = unt. 4a]

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
