# Historia ecclesiastica (fragmenta ap. Photium) 2-6

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), EK ΤΗΣ ΕΚΤΗΣ ΙΣΤΟΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/2-6

2. Ὅτι ὁ δυσσεβὴς οὑτος Εὐνόμιον τὸν θεοστυγῆ κατ᾿ ἐπιτροπὴν Εὐδοξίου δημηγορῆσαι τῷ πλήθει λέγει τῆς τῶν Θεοφανίων ἑορτῆς ἐνισταμένης, ἐν ᾑ τὸ δυσσεβὲς αὐτῶν καὶ ἄθεον μάλιστα ἀπογυμνοῦται. τόν τε γὰρ Ἰωσὴφ οἱ κατάρατοι μετὰ τὴν ἄφραστον κυοφορίαν συνάπτειν οὐ πεφρίκασι τῇ παρθένῳ καὶ τὸν υἱὸν ἀναιδέστερον τοῦ πατρὸς δοῦλον καὶ ὑπηρέτην, καὶ δὴ καὶ τὸ πνεῦμα τοῦ υἱοῦ φοβερὸν οὐδὲν ἡγοῦντο λέγειν. Ἔστι δὲ καὶ αὐτοῖς ἡ φράσις ἐν τούτοις πανηγυρικῆς χάριτος ἀπηλλοτριωμένη, ἀσαφείᾳ δὲ καὶ περιττολογίᾳ καὶ ῥημάτων οὐ καθαρῶν παραχρήσει εἰς τὸ ἀτερπέστατον καὶ καταγέλαστον καὶ τεταραγμένον εἶδος ἀνοιδουμένη, καὶ τὸν τῆς ψυχῆς γνόφον καὶ σόλον καὶ τὸ θεοβλαβὲς ἐνδεικνυμένη.

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
