# Historia ecclesiastica (fragmenta ap. Photium) 22

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/22

22. Ὅτι φησὶ τὸν Κώνσταντα διὰ τὴν ὑπὲρ Ἀθανασίου σπουδὴν ὑπὸ τυραννίδι τῇ Μαγνεντίου τὴν ζωὴν καταστρέψασθαι. τελευτήσαντος δὲ αὐτοῦ καὶ τοῦ μὲν Κωνσταντίου κατὰ τὴν Ἔδεσαν τῆς Μεσοποταμίας διατρίβοντος (τοῦτο γὰρ ὁ Περσικὸς ἀπῄτει πόλεμος), ἡ πρεσβυτάτη τούτων ἀδελφὴ Κωνσταντία Ἀναβαλλιανοῦ δὲ ἦν κεχηρωμένη γυνή), δείσασα μὴ φθάσειεν ὁ τυραννήσας Μαγνέντιος τὸ πάντων ἀναρτήσασθαι κράτος, Οὐετερανίωνά τινα, τῶν στρατηγούντων ἴνα, καθίστησι Καίσαρα. εδόκει δὲ δύνασθαι τὴν πρᾶξιν, διότι ζῶν ὀ κοινὸς αὐτῶν πατὴρ διαδήματί τε αὐτὴν ἐταινίωσεν καὶ Αὐγοῦσταν ἐπωνόμασεν. ὁ δὲ Κωνστάντιος ταῦτα μαθὼν παραυτίκα μὲν Οὐετερανίωνι τὸ διάδημα πέμπει, συνεπικυρῶν αὐτῷ καὶ τὸ τῆς βασιλείας ἀξίωμα· ἔπειτα δὲ πρὸς Ἑσπερίους κατὰ Μαγνεντίου στρατευόμενος καὶ συμμῖξαι φιλίως τῷ Οὐετερανίωνι βουληθείς, ἐπείπερ 22a — 26a. Artemii Passio 10 [unmittelbar nach στησάμενος ob. S. 30, 28]: Οὐ πολὺς ἐν μέσῳ καιρὸς καὶ ὁ Κώνστας, εἰς κώμους καὶ μέθας ἐναποκλίνας καὶ ἀλλοκότους ἐρώτων διαγωγάς, ῥαθύμως τὴν ὅλην ἀρχὴν διεπέττευε, τὸ τῆς βασιλείας μέγεθος ἐξορχούμενος· ἐπιβουλεύεται τοιγαροῦν καὶ αὐτὸς παρά τινος τῶν στρατηγῶν Μαγνεντίου καὶ μετὰ τῆς βασιλείας προσαπόλλυσι καὶ τὸ ζῆν. τούτου πεσόντος, κρατεῖ τῆς ἀρχῆς ὁ Μαγνέντιος, μεθ’ οὗ τῆς τυραννίδος συνεπελάβοντο Νεποτιανὸς καὶ Βρεττανίων. § 11] ταῦτα μαθῶν ὁ Κωνστάντιος ἐκ τῶν τῆς ἀδελφῆς γραμμάτων, ἀπάρας ἐκ τῆς Ἀνα- ἐκεῖνος παρέσχεν ὑποψίαν ἐπαναστάσεως, χειροῦται μὲν τὸν Οὐετερανίωνα καὶ τῆς βασιλικῆς ἀποδύει στολῆς· μηδὲν δὲ κακὸν ἐπεργασάμενος ἄλλο, ἀλλὰ καὶ τραπέζης αὐτῷ κοινωνήσας, εἰς Προῦσαν τῆς Βιθυνίας ἐκπέμπει, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ἀφορίσας αὐτῷ τὰς χορηγίας, μηδενὸς ὑστερεῖσθαι, ὧν ἀνθρώπου βίος ὡς ἐν ἰδιώταις εὐδαιμονεῖ, προνοησάμενος.

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
