# Historia ecclesiastica (fragmenta ap. Photium) 3a

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), EK ΤΗΣ ΕΒΔΟΜΗΣ ΙΣΤΟΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/3a

3a. [zu Z. — S. 79, 7] Arteraii Passio 57 [unmittelbar nach ἐλίκμησαν unt. S. 80, 35]: Τὸν δὲ τοῦ σωτῆρος ἀνδριάντα ἐν πανεάδι τῇ πόλει πρὸς τῆς αἱμορροησάσης γυναικὸς κατασκευασθέντα με- γαλοπρεπῶς, ἣν ὁ Χριστὸς ἰάοατο, καὶ ἱδρυνθέντα ἐν ἐπισήμῳ τόπῳ τῆς πόλεως, ὃν μετὰ χρόνον γνωσθέντα ἐκ τῆς αὐτόθι φυομένης βοτάνης τοῦ θαύματος οἱ Χριστιανοὶ ἀράμενοι ἐν τῷ τῆς ἐκκλησίας διακονικῷ ἔπτησαν, τοῦτον οἱ Ἕλληνες κατασπά- Τοῦτο τὸ ἄγαλμα κατὰ τοὺς Ἰουλιανοῦ χρόνους τὸ Ἑλληνικόν εἰς ἀσέβειαν ἀναφλεχθέντες, οἱ τὴν Πανεάδα οἰκοῦντες, τῶν βάθρων ἀνασπασάμενοι καὶ τῶν ποδῶν ἐκδησάμενοι, διὰ μέσης ἔσυρον τῆς λεωφόρου· ἐν ᾡ τὸ μὲν ἄλλο σῶμα διασπώμενοι διεσκέδασαν, τὴν κεφαλήν, ἐν τῷ σύρεσθαι τοῦ αὐχένος διαζυγεῖσαν, τινὲς λαθόντες τῶν ἐπαλγούντων τοῖς δρωμένοις ἀνελάβοντό τε καὶ ὡς ἠδύναντο διεσώσαντο. καί φησι ταύτην καὶ αὐτὸς θεάσασθαι. Ἡ μέντοι γε Πανεὰς Δὰν ἐπωνομάζετο τὸ παλαίτατον, τὴν προσηγορίαν ἀπὸ τοῦ παιδὸς τοῦ Ἰακὼβ Δὰν ἑλκυσαμένη, τοῦ φυλάρχου τῶν ταύτην οἰκούντων τότε· εἶτα δὲ Καισάρεια ἡ Φιλίππου ἐκεκέκλητο. σαντες κἀκ τῶν ποδῶν σχοίνους ἐξάψαντες, ἔσυπαν ἐπὶ τῆς ἀγορᾶς, ἕως οὗ κατὰ μικρὸν ἀποθραυόμενος ἠφανίσθη, μόνης τῆς κεφαλῆς καταλειφθείσης καὶ ἁρπαγείσης ὑπό τινος ἐν τῷ θορυβεῖσθαι τοὺς Ἐλληνας, λαλούντων αὐτῶν βλάσφημα καὶ ἀπηχέστατα ῥήματα εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἃ μή τις ἀνθρώπων ἤκουσε πωποτε.

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
