# Historia ecclesiastica (fragmenta ap. Photium) 5-2

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), EK ΤΗΣ ΕΒΔΟΜΗΣ ΙΣΤΟΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/5-2

5. Ὅτι, φησί, τῶν πραγμάτων οὕτω φερομένων, εἰς μνήμην Εύδόξιος ἀνελθὼν τῶν ὅρκων καὶ τῶν ὑποσχέσεων ὃς ὑπὲρ Ἀετίου πρὸς Εὐνόμιον ἀνεδέξατο, σύνοδον ἐπιστέλλει τῷ Ἀντιοχείας Εὐζωΐῳ συναθροῖσαι, δι' ἡς ἔδει τὸν Ἀέτιον τῆς καταδικαζούσης ψήφου άπολυθῆναι. ὁ δὲ Εὐζώϊος οὐδὲν πρὸς τὴν ἀξίωσιν ἐπεστράφη, αἰτιασάμενος μάλιστα τὸν Εὐδόξιον, ὅτι μὴ αὐτὸς προκατήρξατο πράττειν ἅπερ ὑποτίθησιν ἑτέροις. ἐπιμένοντος δὲ τοῦ Εύδοξίου τῇ άξιώσει, ὑπισχνεῖται καὶ ὸ Εύζώϊος τὴν πρᾶξιν. διεῖλκέ τινα χρόνον, τὰ ἐν ταύτῃ κρατύνας εἰς ὅπερ ἐνόμιζε μάλιστα τῇ βασιλείᾳ συμφέρειν, καὶ ὅπως ὁ Ἑλληνισμὸς αὐτῷ πρὸς τὸ μεγα- λειότερον ἐξαρθῇ σκοΠῶν τε καὶ πραγματευόμενος. ἄρας οὐν ἐκ τῆς Κωνσταντινουπόλεως σὺν παντὶ τῷ στρατῷ τὴν ἐπὶ Συρίας ἐποιεῖτο ὸδόν. διελθὼν τοίνυν ἅπασαν τὴν Φρυγίαν καὶ πρὸς τὴν ἐσχάτην αὐτῆς πόλιν τὸ καλούμενον Ἰκόνιον καταντήσας, ἐξέκλινε τὴν Ἰσαυρίαν καταλιπών· καὶ τὸν λεγόμενον Ταῦρον ὑπεραναβὰς ἠλθεν ἐπὶ τὰς πόλεις τῆς Κιλικίας, καὶ τῷ σταθμῷ προσπελάσας τῷ ἐν Ἰσσῷ, αὐτοῦ κατασκηνοῖ, τὸν ἐκ Μακεδονίας Ἀλέξανδρον μιμησά- μενος· αὐτόθι γὰρ κἀκεῖνος ἐν Ἰσσῷ τὸν πρὸς Δαρεῖον τὸν τῶν Περσῶν βασιλέα συνεκρότησε πόλεμον καὶ τοῦτον νικήσας ἐπίσημον τὸν τόπον εἰργάσατο. ἐκεῖθεν τὸν Ἰσσικὸν κόλπον διαπεράνας ἦλθεν ἐν Ταρσῷ τῇ πόλει, κἀκεῖθεν εἰς Ἀντιόχειαν θυμομαχῶν κατὰ τῶν χριστιανῶν καὶ ἐπαπειλούμενος τὸ τούτων εἰς ἅπαν ἐξαλείφεν ὄνομα.

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
