# Historia ecclesiastica (fragmenta ap. Photium) 5-3-8

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), 5 to 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/5-3

5. Ὅτι ὁ βασιλεὺς Ἰωβιανὸς εἰς τὸν ἀρχαῖον κόσμον ἀποκαθίστησι τὰς ἐκκλησίας, πάσης αὐτὰς ἀπαλλάξας ἐπηρείας ὅσην αὐταῖς ὁ ἀποστάτης ἐπήνεγκεν. ἀνακαλεῖται δὲ καὶ οὕς ἐκεῖνος τῆς οὐ μεθιεμένους ἐφυγάδευσεν· τούτων καὶ Οὐαλεντινιανὸς ἠν, ἀπὸ Θηβῶν τῶν Αἰγυπτίων ἀνακομισόμενος. 6. Ὅτι, φησίν, οἱ περὶ Κάνδιδον καὶ Ἀρριανόν, προσγενεῖς ὄντες τῷ βασιλεῖ, πρὸς αὐτὸν ἐν Ἐδέσῃ παραγίνονται καὶ τῷ Ἀθανασίῳ ἐξοικειώσασθαι τὸν βασιλέα σπουδάζοντι ἐμποδὼν ἵστανται· πλὴν ὅ γε βασιλεύς, εἰς δίαιταν κοινὴν τὰ παρ’ ἑκατέρου μέρους λεγόμενα ἀναθέμενος, ῥοπὴν οὐδετέροις τέως παρέσχεν ἐπίδηλον. 7. Ὅτι Εὐδόξιος κατὰ Κανδίδου καὶ Ἀρριανοῦ πρὸς Εὐζώïον γράφει. ὁ δὲ ἠχθέσθη μέν, συμπαραλαβὼν δὲ καὶ Ἐλπίδιον ἀντιγράφει, μεμφόμενός τε τὴν συμβουλήν, ἀποσχέσθαι δὲ κἀκεῖνον μᾶλλον ἀντιπαραινῶν τῆς τοιαύτης γνώμης· ἐν ταὐτῷ δ᾿ ἠρέμα πως ἐπῃτιᾶτο τὴν μακρὰν ἀναβολὴν τῶν διομολογηθέντων ὑπὲρ Ἀετίου Εὐνομίῳ. 8. Ὅτι Ἰωβιανὸς ὁ βασιλεὺς πρὸς τὴν Κωνσταντινούπολιν ἀπαίρων καὶ γεγονὼς ἐν Ἀγκύρᾳ θάτερον τῶν ἑαυτοῦ παίδων Οὐαρονιανόν, κομιδῇ νέον ὄντα, ἐπιφανέστατον ὃ παρὰ τὸν νωβελλίσιμον δύναται) ἀναγορεύει. ἐκεῖθεν δὲ σφοδροτάτου χειμῶνος ἐπικειμένου οὺν τῷ στρατῷ χωρεῖ ἐπὶ τὰ πρόσω. καὶ πολλοὶ

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
