# Historia ecclesiastica (fragmenta ap. Photium) 7-3

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/7-3

7. Ὅτι ἐπὶ τῷ στόματι τῆς Περσικῆς θαλάσσης, ἣν ὁ ταύτῃ Ὠκεανὸς εἰσέχων ἀποτελεῖ, μεγίστην τε οὖσαν καὶ ἔθνη κύκλῳ πολλὰ περιβαλλομένην, ἄλλοι τε μέγιστοι ποταμοὶ καὶ ὁ Τίγρης τοῖς ῥείθροις ἐμβάλλει· ὃς πρὸς ἀπηλιώτην καὶ κάτωθεν τῆς Ὑρκανίας θαλάσσης ἐν Κορδυαίοις μὲν τὰς ἐμφανεῖς ἀναδόσεις λαμβάνει παρὰ τὴν Συρίαν ἑλκόμενος, ἐπειδὰν δὲ γένοιτο κατὰ τὴν Σουσίδα γῆν, ἐνταῦθα τοῦ Εὐφράτου τὸ ἑρῖθρον αὐτῷ μιγνύντος, μέγας ἤδη τοῖς χεύμασι χωρήσας πρόεισι παφλάζων· ὅθεν αὐτόν φασιν καὶ τοῦ θηρίου τοῦ τίγρητος λαβεῖν τὸ ἐπώνυμον. πρὶν ἢ δ᾿ ἐπὶ θάλατταν καταβαίνει, οχίζεται εἰς δύο μεγόλους ποταμούς· ἔπειτα δυσὶ τοῖς ἐσχάτοις στόμασιν ἀλλήλων διειργομένοις εἰς τὴν Περσικὴν θάλατταν ποιεῖται τὰς ἐκβολάς, γῆν ἐν μέσῳ πλείστην περιτεμνόμενος καὶ νῆσον αὐτὴν ποιῶν ποταμίαν τε ἅμα καὶ θαλαττίαν, ἣν ἔθνος ἐνοικεῖ τῶν Μεσηνῶν ἐπικαλούμενον.

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
