# Historia ecclesiastica (fragmenta ap. Photium) 7

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), EK ΤΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΙΣΤΟΡΙΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/7

7. Ὄτι καὶ πρὸ τῆς ἐν Νικαίᾳ συνόδου οὐτος τὸν Αλεξανδρείας φησὶν Ἀλέξανδρον καταλαβόντα τὴν Νικομήδειαν καὶ Ὁσίῳ τε τῷ Κουδρούβης ἐντυχόντα καὶ τοῖς σὺν αὐτῷ ἐπισκόποις, συνοδικαῖς 7a Vita Constantini Cod. Angelic. A f. 15ν [Franchi ’ Cav. 93]: Τοῦ τοίνυν Ἀρείου καὶ τῶν ἀμφ’ αὐτὸν κύκλῳ διά τε Παλαιστίνης ἐόντων καὶ Φοινίκης καὶ τῇς ἄλλης Συρίας καὶ Κιλικίας καὶ τῶν ἐφεφῆς Μνῶν ὁπόσα προποδὼν ἡν σφίσιν ἐπὶ τὴν Βιθυνίαν καὶ τὸν βασιλέα πορευομένοις τοῦτον γὰρ ἔσπευδον ἀφικόμενοι διδάξαι τε] περὶ τῶν γενομένων, τὰς παρὰ τῶν ἐπισκόπων ψήφους τε καὶ μαρ- τυρίας ἐπενεγκάμενοο), τούτους οὐν αὐτῶν πάντας ἐπιπαρίέναι κύκλῳ κροαιρουμένων καὶ διατριβῆς οὐκ ὀλίγης ἐκ τούτου περὶ τὴν πορείαν αὐτοῖς γινομένης, ὁ Ἀλέξανδρος ἄρας ἀπὸ τῆς Ἀλεξανδρείας ἔπλει τὴν ταχίστην ἐπὶ τὴν Προποντίδα καὶ τὴν Νικομήδους· ἔνθα παραγενόμενος καὶ τοῖς περὶ τὸν Ὂσιον Κουδρούβης εἰς λόγους καταστάς, πέθει τῆς αὐτοῦ συνεπίστασθαι γνώμης καὶ κυρῶσαι τὸ ὁμοούσιον, λόγοις δικαιοτάτοις αὐτοὺς ὑπαγόμενος. Ἀνεδίδασκεν δὲ καὶ τὴν Ἀρείου βλασφημίαν τε κοὶ κακόνοιαν, τοιαῦτα λέγων πρὸς ἅπαντας· »δεινόν, ὡ φίλοι, δεινὸν καὶ μεγάλης φυλακῆς ἄξιον τὴν γνώμην ἁπλῶς ἅπασαν ἀνεῖσθαι τοῖς πέλας, κἂν ἄλλως τινὲς τῶν ἐπιτηδειοτάτων εἶναι δοκῶσιν. αἱ γὰρ τοι παρὰ τὴν ἀξίαν τιμαὶ τοὺς πολλοὺς οὐκ εἰς εἴνοιαν ἄρα τῶν τιμώντων ἐπάγονται μᾶλλον ἢ πρὸς τὸ κατ' αὐτῶν ἐγεορουσι θράσος. καὶ ταῦτα μὲν ἔτι, καίπερ ὄντα τοιαῦτα καὶ οἱα μὴ φέρειν, φέρειν ὅμως ἐγίγνμσκον. τὸ γὰρ ἄκρως ὄντα πονηρὸν Ἄρειον ἔτι δοκεῖν ὑπολείπειν ἑαυτῷ τινα χώραν τῆς ἐπὶ τὸ πρόσω κακίας, οἰστὸν ἡγεῖσθαι παρεσκεύαζεν, ὡς ἂν μήπω γε αὐτῷ πρὸς ἅπαν τὸ οἰκεῖον ἄκρον τῆς πονηρίας ἀφικομένης. ἀλλ’ οὔτι καταπροίξεται, ἴστω τοῦτό γε σαφῶς, οὐδὲ χαιρήσει ταῦτα κατ’ ἐμοῦ θρασυνόμενος Ἄρειος. εἰσεται γὰρ ὂτι καὶ γέροντες ἔχουσι νεῦρον εἰς ἔκπραξιν δίκης. τοιγαροῦν ἐκκεκηρύχθω πᾶσιν ἡμῖν καὶ κοινὸν ἀνάθεμα κείσθω καὶ ἀποτροπαιον αὐτός τε Ἂρειος καὶ πάντες καὶ] ὂσους ὁ κοινὸς δαίμων συναπέστησεν τῆσδε τῆς ἱερᾶς ἐκκλησίας ἐξελασάμενος.« Τῶν οὖν ἐπισκόπων τότε πρὸς πολλὰς διαμεριζομένων δόξας, ψήφοις ἀνομολογῆσαι παρασκευάσαι ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν καὶ τὸν Ἄρειον ἀποκηρύξασθαι.

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
