# Historia ecclesiastica (fragmenta ap. Photium) 8-7

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), EK ΤΗΣ ΛΩΛΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/8-7

8. Ὅτι, Θεοδοσίου τῆς τῶν μειρακίων ἡλικίας ἐπιβεβηκότος, καὶ τοῦ μηνὸς Ἰουλίου εἰς ἐννέα ἐπὶ δεκάτῃ διαβαίνοντος, περὶ ὀγδόην τῆς ἡμέρας ὥραν ὁ ἥλιος οὕτως βαθέως ἐκλείπει, ὡς καὶ ἀστέρας ἀναλάμψαι· καὶ αὐχμὸς οὕτω τῷ πάθει συνείπετο, ὡς πολλῶν ανθρώπων καὶ τῶν ἄλλων ζῴων ἀσυνήθη φθορὰν πανταχοῦ φέρεσθαι. Ἐκλείποντι δὲ τῷ ἡλίω φέγγος τι κατὰ τὸν οὐρανὸν συνανεφάνη, κώνου σχῆμα παραδυόμενον, ὅ τινες ἐξ ἀμαθίας ἀστέρα κομήτην ἐκάλουν. καὶ γὰρ ὡν ἐκεῖνος ἐδείκνυ οὐδὲν ἠν κομήτου παράσημον· οὔτε γὰρ τὸ φέγγος εἰς κόμην ἀπέβαινεν οὔτε ἀστέρι ὅλως ἐῴκει, ἀλλ’ οἶον λύχνου τις μεγάλη φλὸξ ὑπῆρχεν καθ’ ἐαυτὴν ὁρωμένη, μηδενὸς ἀστέρος θρυαλλίδος αὐτῷ τινος μορφὴν ὑποτρέχοντος· ἀλλὰ γὰρ καὶ τῇ κινήσει Παρήλλαττεν. καὶ γὰρ κινηθεὶς ὅθεν ὁ ἥλιος κατὰ ἰσημερίαν ἀνίσχει, ἐκεῖθεν τὸν κατὰ τῆς οὐρᾶς ἄρκτου τεταγμένον ἐσχατον ἀστέρα ὑπερενεγκὼν ἠρέμα προὔβαινεν ε πορευόμενος δυσμάς. ἐπεὶ δὲ διεμέτρει τὸν οὐρανόν, ἀφανὴς ἦν, πλείους τεσσάρων μηνῶν ἐξανυσθείσης αὐτῷ τῆς πορείας. ἡ δὲ κορυφὴ τοῦ φέγγους νῦν μὲν εἰς μῆκος μέγα ὡξύνετο ὡς ἐκβαίνειν τοὺς τοῦ κώνου λόγους, νῦν δὲ πρὸς τὸ ἐκείνου μέτρον συνεστέλλετο. καὶ ἄλλα δὲ παρεῖχεν τερατώδη θεάματα δι’ ὦν τῆς τῶν συνήθων φασμάτων ἐξηλάττετο φύσεως. ἤρξατο δὲ ἀπὸ μέσου θέρους σχεδόν τι μέχρι τῆς τοῦ μετοπώρου τελευτῆς. Γέγονεν δὲ ἄρα καὶ τοῦτο τὸ σημεῖον πολέμων μεγάλων καὶ φθορᾶς ἀνθρώπων οὐ ῥητῆς. τῷ δὲ ἐξῆς ἔτει ἤρξαντο σεισμοὶ οὐ ῥᾴους ὄντες τοῖς προλαβοῦσι παραβαλεῖν, τοῖς δὲ σεισμοῖς καὶ πῦρ οὐρανόθεν συγκαταρρηγνύμενον πάσας ἐλπίδας σωτηρίας περιέκοπτεν· πλήν γε φθορὰν ἀνθρώπων οὐκ ἐνειργάσατο, ἀλλ’ ἡ θεία εὐμένεια πνεῦμα σφοδρὸν καθιεῖσα καὶ τὸ πῦρ πανταχόθεν περιελάσασα κατὰ τῆς θαλάσσης ἀπέρριψεν. καὶ ἦν ἰδεῖν ξένην θέαν, τῶν κυμάτων ἐπὶ πλεῖστον ὥσπερ τινῶν λασίων χωρίων χωρίων πυρὶ καταφλεγομένων, ἄχρι τελείως τὸ φλέγον ἐναπέσβη τῷ πελάγει.

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
