# Historia ecclesiastica (fragmenta ap. Photium) 9-7

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), EK ΤΗΣ ΛΩΛΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostorgius/historia-ecclesiastica-fragmenta-ap-photium/9-7

9. Ὅτι κατὰ πολλοὺς τόπους τῶι, σεισμῶν γενομένων ὤφθησαν ὀροφαὶ οἰκιῶν ἀπ’ ἀλλήλων μετὰ μεγάλων πατάγων καὶ ἀραγμῶν διαστᾶσαι, ὡς καὶ τοὺς ἔνδον παρατυχόντας καθαρῶς τῇ καθαρῶς τὸν οὐρανὸν ὑποβάλλειν· καὶ μετὰ τὴν τοσαύτην διάστασιν οὔτως πάλιν ἁρμσθεῖσαί τε καὶ συναφθεῖσαι ὡς μηδεμίαν αἴσθησιν τοῦ ωεωτερισθέντος μηδενὶ παρασχεῖν. τὸ αὐτὸ δὲ τοῦτο πάθος καὶ περὶ τὰ ἐδάφη πολλαχοῦ συνηνέχθη. καὶ γὰρ σιτοβολῶνες τοὺς κάτωθεν οἰκοῦντας ἀπένιξαν, τὸν σῖτον αὐτοῖς ἀθρόον ἐπιχεάμενοι διὰ τῶν πράτων· καὶ πάλιν οὕτως παρέσχον τὸ ἔδαφος ἡρμοσμένον, ὡς ἐξαπορεῖν ἄπαντας πόθεν ὁ φονεὺς ἐπερρύη σῖτος. Καὶ ἄλλα δὲ τοιουτότροπα πάθη τηνικαῦτα ἐνεοχμώθη, δεικνύντα μὴ φυσικῇ τινι ταῦτα προελθεῖν ἀκολουθίᾳ, ὡς Ἑλλήνων παῖδες ληροῦσιν, ἀλλὰ θείας ἀγανακτήσεως μάστιγας ἐπαγεθῆναι.

---

Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium), ed. Joseph Bidez. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2058.tlg001.local001/.
