# Ἐπιστολαί. Διαλέξεις. ε

Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις., Ἐπιστολαί. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-2/%CE%B5

πόθεν εἶ, μειράκιον; εἰπέ, ὅτι οὕτως ἀτέγκτως πρὸς ἔρωτας ἔχεις; ἐκ Σπάρτης ἐρεῖς; οὐκ εἶδες οὖν Ὑάκινθον, οὐδʼ ἐστεφανώσω τῷ τραύματι ; ἀλλʼ ἐκ Θεσσαλίας; οὐκ ἐδίδαξεν οὖν σε οὐδʼ ὁ Φθιώτης; ἀλλʼ Ἀθήνηθεν; τὸν Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα οὐ διέβης; ἀλλʼ ἀπʼ Ἰωνίας; καὶ τί τῆς γῆς ἐκείνης ἁβρότερον, ὅπου Βράγχοι καὶ Κλάροι οἱ Ἀπόλλωνος καλοί; ἀλλʼ ἐκ Κρήτης, ὅπου πλεῖστος Ἔρως ὁ τὰς ἑκατὸν πόλεις περιπολῶν; Σκύθης μοι δοκεῖς καὶ βάρβαρος εἶναι ἀπʼ ἐκείνου τοῦ βωμοῦ καὶ τῶν ἀξένων θεαμάτων. ἔξεστιν οὖν σοι τὸν πάτριον μιμήσασθαι νόμον· εἰ δὲ σώζειν οὐ θέλεις, λάβε τὸ ξίφος· οὐ παραιτοῦμαι, μὴ φοβηθῇς· ἐπιθυμῶ κἂν τοῦ τραύματος.

---

Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις., ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg006.local001/.
