# Ἐπιστολαί. Διαλέξεις. η

Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις., Ἐπιστολαί. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-2/%CE%B7

εἰ ξένος ὢν ἐρῶ σου, μὴ θαυμάσῃς· οὐκ ἔστιν ὀφθαλμοὺς ξενίας ἁλῶναι, καὶ γὰρ κάλλος αὐτῶν ὁμοίως καὶ πῦρ ἀνάπτεται. οὐ μὴν ὁ Βράγχος ἔφευγε τὸν Ἀπόλλωνα ὡς ξένον, οὐδὲ ὁ Πάτροκλος τὸν Ἀχιλλέα, οὐδὲ ὁ Χρύσιππος τὸν Λάιον. ἤρα καὶ Σμερδίου Πολυκράτης ὁ Σάμιος καὶ τοῦ Πέρσου μειρακίου ὁ Ἀγησίλαος, εἰ καὶ τὸ ὄνομα τοῦ μειρακίου ἀγνοῶ· ξένοι καὶ ὄμβροι τῆς γῆς καὶ ποταμοὶ τῆς θαλάσσης καὶ ὁ Ἀσκληπιὸς Ἀθηναίων καὶ ὁ Ζεὺς ἡμῶν καὶ ὁ Νεῖλος Αἰγυπτίων καὶ ὁ Ἥλιος πάντων. ξένη καὶ ἡ ψυχὴ τοῦ σώματος καὶ ἡ ἀηδὼν τοῦ ἔαρος καὶ ἡ χελιδὼν τῆς οἰκίας καὶ ὁ Γανυμήδης τοῦ οὐρανοῦ καὶ ἡ ἀλκυὼν τῆς πέτρας καὶ ὁ ἐλέφας Ῥωμαίων καὶ ὁ ὄρνις ὁ φοῖνιξ τῶν Ἰνδῶν τῶν μυρεψικῶν· οὗτος μὲν ὁ ξένος καὶ βραδύς, τὸν δὲ πελαργὸν οἱ πρῶτον θεασάμενοι καὶ προσκυνοῦσι. ξένα καὶ τὰ γράμματα, ἐκ Φοινίκης γὰρ ἦλθε, καὶ Σηρῶν ὑφαὶ καὶ μάγων θεολογία, οἷς πᾶσιν ἥδιον χρώμεθα ἢ τοῖς ἐγχωρίοις, ὅτι τῶν μὲν σπάνιον τὸ ἐπίκτητον, τῶν δὲ ὀλίγωρον τὸ οἰκεῖον· ἀμείνων καὶ ἐραστὴς ὁ ξένος, ὅσῳ καὶ ἀνύποπτος τῇ ἀγνωσίᾳ καὶ πρὸς τὸ λαθεῖν ἀφανέστερος.

---

Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις., ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg006.local001/.
