# Ἐπιστολαί. Διαλέξεις. ιγ

Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις., Ἐπιστολαί. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-2/%CE%B9%CE%B3

ὁ καλὸς ἂν μὲν ᾖ θηριώδης, πῦρ ἐστιν, ἂν δὲ ἥμερος, φῶς· μὴ κᾷε οὖν, ἀλλὰ σῶζε καὶ τὸν Ἐλέου βωμὸν ἐν τῇ ψυχῇ ἔχε ἀντιλαβὼν βέβαιον φίλον ὠκυμόρου δωρεᾶς καὶ φθάσας τὸν χρόνον, ὃς μόνος καταλύει τοὺς καλούς, ὥσπερ οἱ δημοτικοὶ τοὺς τυράννους. ὡς δέδοικά γε — ὃ φρονῶ γὰρ εἰρήσεται — μὴ μέλλοντός σου καὶ βραδύνοντος τὰ γένεια ἐπέλθῃ καὶ τὴν τοῦ προσώπου συσκιάσῃ χάριν, ὥσπερ εἴωθε τὸν ἥλιον κρύπτειν ἡ νεφῶν συσκευή. τί δέδοικα, ἅπερ ἔστιν ἤδη βλέπειν; ἕρπει μὲν ὁ ἴουλος, αἱ δὲ παρειαὶ χλοάζουσι, τὸ δὲ πρόσωπον ὅλον ἀνθεῖ. πρὶν οὖν σου τὸ ἔαρ ἀπελθεῖν ὅλον καὶ χειμῶνα ἐπιστῆναι, δὸς αὐτοῦ πρὸς Ἔρωτος, πρὸς τούτων τῶν γενείων, ἃ δεῖ με αὔριον ὀμνύναι.

---

Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις., ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg006.local001/.
