# Ἐπιστολαί. Διαλέξεις. κε

Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις., Ἐπιστολαί. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-2/%CE%BA%CE%B5

χθές σε ὀργιζομένην κατέλαβον καὶ ἔδοξα ἄλλην βλέπειν. τούτου δὲ αἴτιον ἡ τοῦ θυμοῦ ἔκστασις ἀκριβῶς σου συγχέουσα τὴν τοῦ προσώπου χάριν· μὴ δὴ μεταποίει τὴν γνώμην μηδὲ ἄγριον βλέπε. οὐδὲ γὰρ τὴν σελήνην ἔτι λαμπρὰν δοκοῦμεν, ὅταν ᾖ συννεφής, οὐδὲ τὴν Ἀφροδίτην καλήν, ὅταν ὀργίζηται ἢ δακρύῃ, οὐδὲ τὴν Ἥραν βοῶπιν, ὅτε χαλεπαίνει τῷ Διί, οὐδὲ τὴν ἅλα δῖαν, ὅτε ταράττεται. ἡ δὲ Ἀθηνᾶ καὶ ἔρριψε τὸν αὐλὸν ὡς τὸ πρόσωπον αὐτῆς συγχέαντα. ἤδη καὶ τὰς Ἐρινῦς Εὐμενίδας καλοῦμεν, ὡς τὸ σκυθρωπὸν ἀρνουμένας, καὶ ταῖς ἀκάνθαις τῶν ῥόδων χαίρομεν, ὅτι ἐξ ἀγρίου θάμνου καὶ λυπεῖν καὶ κεντεῖν εἰδότος γελῶσιν ἐν τοῖς ῥόδοις. ἄνθος δέ ἐστι καὶ γυναικὶ ἡ τοῦ προσώπου γαλήνη. μὴ τραχεῖα γίγνου, μὴ φοβερά, μὴ ἀποστεροῦ τὸ κάλλος, μὴ ἀφαιροῦ ῥόδων σεαυτήν, ἃ ταῖς καλαῖς ὑμῖν ἐν τοῖς ὄμμασι φύεται. εἰ δὲ ἀπιστεῖς οἷς λέγω, τὸ κάτοπτρον λαβοῦσα ἴδε σου τὸ πρόσωπον ἠλλαγμένον· εὖγε, ὅτι ἀπεστράφης.

---

Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις., ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg006.local001/.
