# Ἐπιστολαί. Διαλέξεις. ξε-ο

Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις., ξε to ο. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-2/%CE%BE%CE%B5

Ἐπικτήτῳ. φοβοῦ δῆμον, παρʼ ᾧ πολλὰ δύνασαι. Χαρίτωνι. μεμνήσεσθαι τῶν σῶν λόγων οἴει τοὺς Ἕλληνας, ἐπειδὰν τελευτήσῃς· οἱ δὲ μηδὲν ὄντες, ὁπότε εἰσίν, τίνες ἂν εἶεν, ὁπότε οὐκ εἰσίν; Φιλήμονι. τὸν τραγῳδὸν Διοκλέα, εἰ μὲν ἤδη γιγνώσκεις, ἐπαινεῖς δήπου, εἰ δὲ ἀγνοεῖς, ἐν τοῖς καλῶς ἐπαινουμένοις γράφε καὶ γενοῦ περὶ αὐτὸν οἷον εἰκὸς ἢ τὸν πεπεισμένον ἢ τὸν μὴ ἀπιστοῦντα. Κτησιδήμῳ. οἱ ἐρωτικοὶ τῶν ποιητῶν ἀγαθὴ ἀκρόασις καὶ ἐξώροις, ἄγουσι γὰρ αὐτοὺς ἐς ἔννοιαν τοῦ ἐρᾶν ὥσπερ ἀνηβηκότας. μὴ δὴ νόμιζε σαυτὸν ὑπερήμερον τῆς τούτων ἀκροάσεως· ἡ γὰρ ξυνουσία τῶν τοιῶνδε ποιητῶν ἢ οὐκ ἐπιλήσει σε ἀφροδισίων ἢ ἀναμνήσει. Ἐπικτήτῳ. οἱ τελούμενοι τῇ Ῥέᾳ μαίνονται πληγέντες τὰ ὦτα κτύποις ὀργάνων. ἀλλʼ ἐκεῖνα μὲν κυμβάλων καὶ αὐλῶν ἔργα, σὲ δὲ οὕτως ἐκπλήττουσιν Ἀθηναῖοι κροτοῦντες, ὡς ἐκλανθάνεσθαι, τίς εἶ καὶ τίνων γέγονας. Κλεοφῶντι καὶ Γαίῳ. ὑπὲρ ὧν ἐπεστείλατε, τὰ μὲν ἤδη γέγονε, τὰ δὲ αὐτίκα ἔσται· ἐγὼ γὰρ Λήμνιος ὢν πατρίδα ἐμαυτοῦ καὶ τὴν Ἴμβρον ἡγοῦμαι, συνάπτων εὐνοίᾳ καὶ τὰς νήσους ἀλλήλαις καὶ ἐμαυτὸν ἀμφοτέραις.

---

Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις., ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg006.local001/.
