# Ἡρωικός 692

Philostratus the Athenian, Ἡρωικός, Page 692. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-3/692

ὡς ἐκλανθάνεσθαι τῶν ἄλλων Ἀχαιῶν, ὅτε Ἀχιλλεὺς μάχοιτο, οὔτε Μύσια ἐποίησεν ἔπη, οὔτε ἐς μνήμην κατέστη τοῦ ἔργου τούτου, ἐν ᾧ καὶ γυνὴ καλλίων Ἑλένης εὕρητο ἂν καὶ ἄνδρες οὐ παραπολὺ Ἀχιλλέως τὴν ἀνδρίαν καὶ ἀγὼν εὐδοκιμώτατος. Παλαμήδους δὲ μνημονεύσας οὐκ ἂν εὗρεν, ὅτῳ ποτὲ κρύψοι τὸ τοῦ Ὀδυσσέως ἐπʼ αὐτῷ ὄνειδος. πῶς οὖν ὁ Πρωτεσίλεως περὶ τοῦ Ὁμήρου φρονεῖ; βασανίζειν γάρ που αὐτὸν ἔφασκες τὰ τούτου ποιήματα. τὸν Ὅμηρον φησί, ξένε, καθάπερ ἐν ἁρμονίᾳ μουσικῇ πάντας ψῆλαι τοὺς ποιητικοὺς τῶν τρόπων καὶ τοὺς ποιητάς, ἐφʼ οἷς ἐγένετο, ὑπερβεβλῆσθαι πάντας, ἐν ὅτῳ ἕκαστος αὐτῶν ἦν κράτιστος· μεγαλορρημοσύνην τε γὰρ ὑπὲρ τὸν Ὀρφέα ἀσκῆσαι ἡδονῇ τε ὑπερβαλέσθαι τὸν Ἡσίοδον καὶ ἄλλῳ ἄλλον, καὶ λόγον μὲν ὑποθέσθαι Τρωικόν, ἐς ὃν ἡ τύχη τὰς πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἀρετὰς ξυνήνεγκεν, ἐσαγαγέσθαι δὲ ἐς αὐτὸν πολέμους τοὺς μὲν πρὸς ἄνδρας, τοὺς δὲ πρὸς ἵππους καὶ τείχη, τοὺς δὲ πρὸς ποταμούς, τοὺς δὲ πρὸς θεοὺς καὶ θεάς, καὶ ὁπόσα κατʼ εἰρήνην εἰσὶ καὶ χοροὺς καὶ ᾠδὰς καὶ ἔρωτας καὶ δαῖτας ἔργα τε, ὧν γεωργία ἅπτεται, καὶ ὥρας, αἳ σημαίνουσιν, ὁπόσα ἐς τὴν γῆν δεῖ πράττειν, καὶ ναυτιλίας καὶ ὁπλοποιίας τὰς ἐν Ἡφαίστῳ, εἴδη τε ἀνδρῶν καὶ ἤθη ποικίλα. πάντα ταῦτα τὸν Ὅμηρον δαιμονίως ἐξειργάσθαι φησὶ καὶ τοὺς μὴ ἐρῶντας αὐτοῦ μαίνεσθαι. καλεῖ δὲ αὐτὸν καὶ οἰκιστὴν Τροίας, ἐπειδὴ εὐδοκίμησεν ἐκ τῶν Ὁμήρου ἐπʼ αὐτῇ θρήνων. θαυμάζει δὲ αὐτοῦ καὶ ὅσα ἐπιτιμᾷ τοῖς ὁμοτέχνοις, ὅτι μὴ τραχέως διορθοῦται σφᾶς, ἀλλʼ οἷον λανθάνων· Ἡσίοδον μὲν ἐν ἄλλοις τε καὶ οὐκ ὀλίγοις καὶ νὴ Δίʼ ἐν τοῖς ἐκτυπώμασι τῶν ἀσπίδων· ἑρμηνεύων γὰρ οὗτός ποτε τὴν τοῦ Κύκνου ἀσπίδα τὸ τῆς Γοργοῦς εἷδος ὑπτίως τε καὶ οὐ ποιητικῶς ᾖσεν, ὅθεν ἐπιστρέφων αὐτὸν ὁ Ὅμηρος

---

Philostratus the Athenian, Ἡρωικός, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg004.local001/.
