# Ἡρωικός 713

Philostratus the Athenian, Ἡρωικός, Page 713. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-3/713

εὕρηται δέ μοι κατʼ αὐτοῦ τέχνη, δι’ ἧς μισηθήσεταί τε ὑπὸ τῶν Ἑλλήνων καὶ ἀπολεῖται ὑπʼ αὐτῶν. καὶ διεξῆλθεν, ὡς ἡτοίμασται αὐτῷ τὰ περὶ τὸν Φρύγα καὶ τὸ χρυσίον τὸ ληφθὲν ὑπὸ τῷ Φρυγί, σοφῶς δὲ τούτων ἐπινενοῆσθαι δοκούντων καὶ ξυντιθεμένου τῇ ἐπιβουλῇ τοῦ Ἀγαμέμνονος ἄγε δή, ὦ βασιλεῦ, ἔφη τὸν μὲν Ἀχιλλέα φύλαττέ μοι περὶ τὰς πόλεις, ἐν αἷς ἐστι νῦν, τὸν Παλαμήδην δὲ ὡς τειχομαχήσοντα τῷ Ἰλίῳ καὶ μηχανὰς εὑρήσοντα μεταπέμπου ἐνταῦθα· ἄνευ γὰρ τοῦ Ἀχιλλέως ἥκων οὐκ ἐμοὶ μόνῳ ἔσται ἁλωτός, ἀλλὰ καὶ ἄλλῳ ἧττον σοφῷ. ἔδοξε ταῦτα καὶ ἔπλεον οἱ κήρυκες ἐς Λέσβον, ἑαλώκει δὲ οὔπω πᾶσα, ἀλλʼ ὧδε τὰ περὶ αὐτὴν εἶχεν· πόλις Αἰολὶς Λυρνησσὸς ᾠκεῖτο τειχήρης τὴν φύσιν καὶ οὐδὲ ἀτείχιστος, ᾗ φασι τὴν Ὀρφέως προσενεχθῆναι λύραν καὶ δοῦναί τινα ἠχὴν ταῖς πέτραις, καὶ μεμούσωται ἔτι καὶ νῦν τῆς Λυρνησσοῦ τὰ περὶ τὴν θάλατταν ὑπʼ ᾠδῆς τῶν πετρῶν· ἐνταῦθα προσκαθημένων δεκάτην ἡμέραν, χαλεπὸν γὰρ ἦν ἁλῶναι τὸ χωρίον, ἀπήγγειλαν μὲν οἱ κήρυκες τὰ τοῦ Ἀγαμέμνονος, ἐδόκει δὲ πείθεσθαι καὶ τὸν μὲν καταμένειν, τὸν Παλαμήδην δὲ ἀπιέναι, καὶ ἀπῆλθον ἀλλήλων δακρύοις ἅμα. ἐπεὶ δὲ κατέπλευσεν ἐς τὸ στρατόπεδον καὶ τὰ τῆς στρατιᾶς ἀπήγγειλεν ἀνατιθεὶς ἅπαντα Ἀχιλλεῖ, ὦ βασιλεῦ, ἔφη κελεύεις με τειχομαχεῖν τῇ Τροίᾳ;

---

Philostratus the Athenian, Ἡρωικός, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg004.local001/.
