# Ἡρωικός 729

Philostratus the Athenian, Ἡρωικός, Page 729. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-3/729

πάντα δὲ ἔθνη, καὶ δικάσαιντο δʼ ἂν περὶ αὐτοῦ πρὸς ἀλλήλας ἐγγράφουσαι τῷ Ὁμήρῳ ἑαυτὰς οἷον πολίτῃ. τοῦ δὲ μηδʼ ἂν τοῦτον σιωπῆσαι τὸν λόγον πρὸς σέ, ὦ Φοῖνιξ, μηδʼ ἂν κρύψαι, εἴπερ ἐγίγνωσκον αὐτόν, τεκμήριά σοι ἔστω, ἃ εἴρηκα, ἀφθόνως γὰρ οἶμαι διεληλυθέναι σοι, ὁπόσα οἶδα. πιστεύω, ἀμπελουργέ, καὶ ἑπώμεθα τῷ λόγῳ, διʼ ὃν σιωπᾶται ταῦτα. τὸν δὲ Ἀχιλλέα ὥρα σοι ἀναφαίνειν, εἰ μὴ καὶ ἡμᾶς ἐκπλήξει, ὥσπερ τοὺς Τρῶας, ὅτε ἔλαμψεν ἐπʼ αὐτοὺς ἀπὸ τῆς τάφρου. μὴ δέδιθι τὸν Ἀχιλλέα, ὦ ξένε, παιδὶ γὰρ ἐντεύξῃ αὐτῷ παρὰ τὴν πρώτην τοῦ λόγου. μεγάλα δώσεις διεξελθὼν αὐτὸν ἐκ νηπίου· μετὰ ταῦτα γὰρ ὁπλιζομένῳ που ἐντευξόμεθα καὶ μαχομένῳ. οὕτως ἔσται καὶ πάντα φήσεις τὰ Ἀχιλλέως εἰδέναι. ἤκουσα δὲ περὶ αὐτοῦ τοιαῦτα· Πηλεῖ φάσμα ἐφοίτα θαλαττίας δαίμονος καὶ ἐρῶσα αὐτοῦ, οἶμαι, ἡ δαίμων ξυνῆν τῷ Πηλεῖ ἐν Πηλίῳ, αἰδοῖ τοῦ ὁμίλου οὔπω τὰ ἑαυτῆς λέγουσα, οὐδὲ ὁπόθεν ἥκοι· γαλήνης δὲ ἐπεχούσης τὴν θάλατταν ἡ μὲν ἔτυχεν ἐπὶ δελφίνων τε καὶ ἱπποκάμπων ἀθύρουσα, ὁ δὲ ἐκ περιωπῆς τοῦ Πηλίου ὁρῶν ταῦτα ξυνῆκε τῆς θεοῦ καὶ ἔδεισεν ἥκουσαν· ἡ δὲ ἐς θάρσος ἦγε τὸν Πηλέα Ἠοῦς τε μνημονεύουσα, ὡς Τιθωνοῦ ἤρα, καὶ Ἀφροδίτης, ὡς ἥττητο τοῦ Ἀγχίσου, καὶ σελήνης, ὡς Ἐνδυμίωνι ἐπεφοίτα καθεύδοντι.

---

Philostratus the Athenian, Ἡρωικός, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg004.local001/.
