# Ἡρωικός 739

Philostratus the Athenian, Ἡρωικός, Page 739. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-3/739

ἤγειραν οἱ Ἀχαιοὶ ξυνελθόντες, ὅτε τῷ Πατρόκλῳ ξυνεμίχθη ἐς τὸν τάφον, κάλλιστον ἐντάφιον ἑαυτῷ τε κἀκείνῳ διδούς, ὅθεν ᾅδουσιν αὐτὸν οἱ τὰ φιλικὰ ἐπαινοῦντες. ἐτάφη δὲ ἐκδηλότατα ἀνθρώπων πᾶσιν οἷς ἐπήνεγκεν αὐτῷ ἡ Ἑλλὰς οὐδὲ κομᾶν ἔτι μετὰ τὸν Ἀχιλλέα καλὸν ἡγούμενοι χρυσόν τε καὶ ὅ τι ἕκαστος εἶχεν ἢ ἀπάγων ἐς Τροίαν ἢ ἐκ δασμοῦ λαβών, νήσαντες ἐς τὴν πυρὰν ἀθρόα παραχρῆμά τε καὶ ὅτε ὁ Νεοπτόλεμος ἐς Τροίαν ἦλθε, λαμπρῶν γὰρ δὴ ἔτυχε πάλιν παρά τε τοῦ παιδὸς παρά τε τῶν Ἀχαιῶν ἀντιχαρίζεσθαι αὐτῷ πειρωμένων, οἵ γε καὶ τὸν ἀπὸ τῆς Τροίας ποιούμενοι πλοῦν περιέπιπτον τῷ τάφῳ καὶ τὸν Ἀχιλλέα ᾤοντο περιβάλλειν. τὸν Νεοπτόλεμον δέ, ὦ ἀμπελουργέ, ποῖόν τινα γενέσθαι φησί; γενναῖον, ὦ ξένε, καὶ τοῦ μὲν πατρὸς ἥττω, φαυλότερον δὲ οὐδὲν τοῦ Τελαμωνίου, ταὐτὸ δὲ καὶ περὶ τοῦ εἴδους φησί, καλὸν μὲν γὰρ εἶναι καὶ προσεοικότα τῷ πατρί, λείπεσθαι δὲ αὐτοῦ τοσοῦτον, ὅσον τῶν ἀγαλμάτων οἱ καλοὶ λείπονται. καὶ μὴν καὶ ὕμνων ἐκ Θετταλίας ὁ Ἀχιλλεὺς ἔτυχεν, οὓς ἀνὰ πᾶν ἔτος ἐπὶ τό σῆμα φοιτῶντες ᾖδον ἐν νυκτὶ τελετῆς τι ἐγκαταμιγνύντες τοῖς ἐναγίσμασιν, ὡς Λήμνιοί τε νομίζουσιν καὶ Πελοποννησίων οἱ ἀπὸ Σισύφου. ἄλλος αὖ λόγος ἥκει, ἀμπελουργέ, οὗ, μὰ τὸν Ἡρακλέα, οὐκ ἂν μεθείμην οὐδʼ εἰ πάνθʼ ὑπὲρ τοῦ παραπτῆναι αὐτὸν πράττοις.

---

Philostratus the Athenian, Ἡρωικός, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg004.local001/.
