# Ἡρωικός 741

Philostratus the Athenian, Ἡρωικός, Page 741. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-3/741

θεοὺς γὰρ χθονίους καὶ ἀπορρήτους καλοῦντες τότε καθαρόν, οἶμαι, τὸ πῦρ τὸ ἐν τῇ θαλάττῃ φυλάττουσιν, ἐπειδὰν δὲ ἡ θεωρὶς ἐσπλεύσῃ καὶ νείμωνται τὸ πῦρ ἔς τε τὴν ἄλλην δίαιταν ἔς τε τὰς ἐμπύρους τῶν τεχνῶν, καινοῦ τὸ ἐντεῦθεν βίου φασὶν ἄρχεσθαι. τὰ δὲ Θετταλικὰ ἐναγίσματα φοιτῶντα τῷ Ἀχιλλεῖ ἐκ Θετταλίας ἐχρήσθη Θετταλοῖς ἐκ Δωδώνης· ἐκέλευσε γὰρ δὴ τὸ μαντεῖον Θετταλοὺς ἐς Τροίαν πλέοντας θύειν ὅσα ἔτη τῷ Ἀχιλλεῖ καὶ σφάττειν τὰ μὲν ὡς θεῷ, τὰ δὲ ὡς ἐν μοίρᾳ τῶν κειμένων. καταρχὰς μὲν δὴ τοιάδε ἐγίγνετο· ναῦς ἐκ Θετταλίας μέλανα ἱστία ἠρμένη ἐς Τροίαν ἔπλει θεωροὺς μὲν δὶς ἑπτὰ ἀπάγουσα, ταύρους δὲ λευκόν τε καὶ μέλανα χειροήθεις ἄμφω καὶ ὕλην ἐκ Πηλίου, ὡς μηδὲν τῆς πόλεως δέοιντο καὶ πῦρ ἐκ Θετταλίας ἦγον καὶ σπονδὰς καὶ ὕδωρ τοῦ Σπερχειοῦ ἀρυσάμενοι, ὅθεν καὶ στεφάνους ἀμαραντίνους ἐς τὰ κήδη πρῶτοι Θετταλοὶ ἐνόμισαν, ἵνα, κἂν ἄνεμοι τὴν ναῦν ἀπολάβωσι, μὴ σαπροὺς ἐπιφέρωσι μηδʼ ἐξώρους. νυκτὸς μὲν δὴ καθορμίζεσθαι ἔδει καὶ πρὶν ἅψασθαι τῆς γῆς ὕμνον ἀπὸ τῆς νεὼς ᾅδειν ἐς τὴν Θέτιν ὧδε ξυγκείμενον· Θέτι κυανέα, Θέτι Πηλεία, ἃ τὸν μέγαν τέκες υἱόν, Ἀχιλλέα, τοῦ θνατὰ μὲν ὅσον φύσις ἤνεγκεν, Τροία λάχε, σᾶς δʼ ὅσον ἀθανάτου γενεᾶς παῖς ἔσπασε, πόντος ἔχει. Θέτι κυανέα, Θέτι Πηλεία, ἃ τὸν μέγαν τέκες υἱόν, Ἀχιλλέα, τοῦ θνατὰ μὲν ὅσον φύσις ἤνεγκεν, Τροία λάχε, σᾶς δʼ ὅσον ἀθανάτου γενεᾶς παῖς ἔσπασε, πόντος ἔχει.

---

Philostratus the Athenian, Ἡρωικός, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg004.local001/.
