# Ἡρωικός 744

Philostratus the Athenian, Ἡρωικός, Page 744. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-3/744

Θετταλοῖς γὰρ ὑπὲρ τῶν ἐναγισμάτων μηνίοντα αἰσθόμενος ἐμοί, ἔφην ὦ Ἀχιλλεῦ, πάρες τοῦτο. ὁ δʼ οὐ πείθεται, φησὶ δʼ αὐτοῖς κακόν τι ἐκ θαλάττης δώσειν. καὶ δέδια, μὴ παρὰ τῆς Θέτιδος εὕρηταί τι αὐτοῖς ὁ δεινὸς ἐκεῖνος καὶ ἀμείλικτος. κἀγὼ μέν, ξένε, ταῦτα ἀκούσας τοῦ Πρωτεσίλεω ἐρυσίβας τε ᾤμην καὶ ὁμίχλας προσβεβλήσεσθαι τοῖς Θετταλῶν ληίοις ὑπὸ τοῦ Ἀχιλλέως ἐπὶ φθορᾷ τοῦ καρποῦ, ταυτὶ γὰρ τὰ πάθη δοκεῖ πως ἐκ θαλάττης ἐπὶ τὰς εὐκάρπους τῶν ἠπείρων ἱζάνειν, ᾤμην δὲ καὶ ἐπικλυσθήσεσθαί τινας τῶν ἐν Θετταλίᾳ πόλεων, οἷα Βοῦρά τε καὶ Ἑλίκη καὶ ἡ περὶ Λοκροὺς Ἀταλάντη ἔπαθεν, τὴν μὲν γὰρ καταδῦναί φασι, τὰς δὲ αὖ ῥαγῆναι. ἐδόκει δʼ ἄλλα τῷ Ἀχιλλεῖ καὶ τῇ Θέτιδι, ὑφʼ ὧν ἀπολώλασι Θετταλοί· μεγάλων γὰρ δὴ ἐπιτιμίων ὄντων ἐπὶ τῇ κόχλῳ, παρʼ ἧς οἱ ἄνθρωποι σοφίζονται τὴν πορφύραν, αἰτίαν ἔσχον οἱ Θετταλοὶ παρανομῆσαί τι ἐς τὴν βαφὴν ταύτην, εἰ μὲν ἀληθῆ, οὐκ οἶδα, λίθοι οὖν ἐπικρέμανταί σφισιν,

---

Philostratus the Athenian, Ἡρωικός, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg004.local001/.
