# Ἡρωικός 748

Philostratus the Athenian, Ἡρωικός, Page 748. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-3/748

ἐκ παλαιοῦ, ξένε. καὶ γὰρ τὸν Ἡρακλέα φασὶν ἀνασταυρώσαντα τὸ Ἀσβόλου τοῦ κενταύρου σῶμα ἐπιγράψαι αὐτῷ τόδε τὸ ἐπίγραμμα· ἄσβολος οὔτε θεῶν τρομέων ὄπιν οὔτʼ ἀνθρώπων ὀξυκόμοιο κρεμαστὸς ἀπʼ εὐλιπέος κατὰ πεύκης ἄγκειμαι μέγα δεῖπνον ἀμετροβίοις κοράκεσσιν. ἄσβολος οὔτε θεῶν τρομέων ὄπιν οὔτʼ ἀνθρώπων ὀξυκόμοιο κρεμαστὸς ἀπʼ εὐλιπέος κατὰ πεύκης ἄγκειμαι μέγα δεῖπνον ἀμετροβίοις κοράκεσσιν. ἀθλητής γε καὶ τούτων ὁ Ἡρακλῆς ἐγένετο μεγαληγορίαν ἐπαινῶν, ἀμπελουργέ, παρʼ ἧς δεῖ δήπου τὸν ποιητὴν φθέγγεσθαι. ἀλλʼ ἐπανίωμεν ἐπὶ τὴν νῆσον· ῥεῦμα γὰρ δὴ ὑπολαβὸν ἡμᾶς, οἷα πολλὰ περὶ τὸν Πόντον εἱλεῖται, παρέπλαγξε τοῦ λόγου. ἐπανίωμεν, ὦ ξένε· τὰ μὲν γὰρ ᾅσματα τὰ ἐν αὐτῇ τοιαῦτα, καὶ ἡ φωνὴ δὲ, ἣν ᾅδουσι, θεῖά τε ἠχεῖ καὶ λαμπρά· διήκει γοῦν τοσαύτη ἐς τὸ πέλαγος, ὡς φρίκην ἀνίστασθαι τοῖς ναύταις ὑπὸ ἐκπλήξεως. φασὶ δʼ οἱ προσορμισάμενοι καὶ κτύπου ἀκούειν ἵππων καὶ ἤχου ὅπλων καὶ βοῆς, οἷον ἐν πολέμῳ ἀναφθέγγονται. εἰ δʼ ὁρμισαμένων ἐς τὰ βόρεια ἢ τὰ νότια τῆς νῆσου μέλλοι τις ἄνεμος ἐναντίος τῷ ὅρμῳ πνεῖν, κηρύττει ὁ Ἀχιλλεὺς κατὰ πρύμναν τοῦτο καὶ κελεύει μεθορμισαμένους ἐκστῆναι τῷ ἀνέμῳ. πολλοὶ δὲ καὶ τῶν ἐκπλεόντων τοῦ Πόντου προσπλέουσί τέ μοι καὶ ἀπαγγέλλουσι ταῦτα, καὶ νὴ Δίʼ , ὡς, ἐπειδὰν προίδωσι τὴν νῆσον ἅτε ἐν ἀπείρῳ πελάγει ἐμφερόμενοι περιβάλλουσί τε ἀλλήλους καὶ ἐς δάκρυα ὑφʼ ἡδονῆς ἔρχονται, καταπλεύσαντες δὲ καὶ τὴν γῆν ἀσπασάμενοι βαδίζουσιν ἐπὶ τὸ ἱερὸν προσευξόμενοί τε τῷ Ἀχιλλεῖ καὶ θύσοντες. τὸ δὲ ἱερεῖον αὐτόματον τῷ βωμῷ προσέστηκε κατὰ τὴν ναῦν τε καὶ τοὺς ἐμπλέοντας. τὸ μὲν δὴ περὶ τὴν κάλπιν τὴν χρυσῆν τὴν ἐν Χίῳ ποτὲ φανεῖσαν τῇ νήσῳ εἴρηται, ξένε, σοφοῖς ἀνδράσι καὶ τί ἄν τις ἀριζήλως εἰρημένων αὖθις ἅπτοιτο; ἐμπόρῳ δὲ λέγεται θαμίζοντί ποτε ἐς τὴν νῆσον φαίνεσθαι μὲν ὁ Ἀχιλλεὺς αὐτός, διηγεῖσθαι δὲ αὐτῷ τὰ ἐν Τροίᾳ, ξενίσαι δʼ αὐτὸν καὶ ποτῷ κελεῦσαί τε ἐκπλεύσαντα ἐς Ἴλιον ἀναγαγεῖν οἱ κόρην Τρωάδα, τὴν δεῖνα εἰπὼν δουλεύουσαν τῷ δεῖνι ἐν Ἰλίῳ.

---

Philostratus the Athenian, Ἡρωικός, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg004.local001/.
