Ancient Greek
Book 1
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 1.26
Not analysed yet
περὶ δὲ τῶν μάγων Ἀπολλώνιος μὲν τὸ ἀποχρῶν εἴρηκε, συγγενέσθαι γὰρ αὐτοῖς καὶ τὰ μὲν μαθεῖν, τὰ δὲ ἀπελθεῖν διδάξας, Δάμις δὲ τοὺς μὲν λόγους, οἷοι ἐγένοντο τῷ ἀνδρὶ πρὸς τοὺς μάγους, οὐκ οἶδεν, ἀπαγορεῦσαι γὰρ αὐτῷ μὴ συμφοιτᾶν παρʼ αὐτοὺς ἰόντι, λέγει δʼ οὖν φοιτᾶν αὐτὸν τοῖς μάγοις μεσημβρίας τε καὶ ἀμφὶ μέσας νύκτας, καὶ ἔρεσθαί ποτε τί οἱ μάγοι; τὸν δὲ ἀποκρίνασθαι σοφοὶ μέν, ἀλλʼ οὐ πάντα.