# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 1.27

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/1.27

ταυτὶ μὲν ὕστερον. ἀφικομένῳ δὲ αὐτῷ ἐς βαβυλῶνα ὁ σατράπης ὁ ἐπὶ τῶν μεγάλων πυλῶν μαθὼν ὅτι ὑπὲρ ἱστορίας ἥκοι, ὀρέγει χρυσῆν εἰκόνα τοῦ βασιλέως, ἣν εἰ μὴ προσκυνήσειέ τις, οὐ θεμιτὸν ἦν ἐσφοιτᾶν ἔσω. πρεσβεύοντι μὲν οὖν παρὰ τοῦ Ῥωμαίων ἄρχοντος οὐδεμία ἀνάγκη τούτου, παρὰ βαρβάρων δὲ ἥκοντι ἢ ἀφιστοροῦντι τὴν χώραν, εἰ μὴ τὴν εἰκόνα προθεραπεύσειεν, ἄτιμον ἀπειλῆφθαι· καὶ σατραπεύεται παρὰ τοῖς βαρβάροις τὰ οὕτως εὐήθη. ἐπεὶ τοίνυν τὴν εἰκόνα εἶδε τίς ἔφη οὗτος; ἀκούσας δὲ ὅτι ὁ βασιλεύς οὗτος, εἶπεν ὃν ὑμεῖς προσκυνεῖτε, εἰ ἐπαινεθείη ὑπʼ ἐμοῦ καλὸς κἀγαθὸς δόξας μεγάλων τεύξεται· καὶ εἰπὼν ταῦτα διὰ πυλῶν ᾔει. θαυμάσας δὲ ὁ σατράπης αὐτὸν ἐπηκολούθησέ τε καὶ κατασχὼν τὴν χεῖρα τοῦ Ἀπολλωνίου δι’ ἑρμηνέος ἤρετο ὄνομά τε αὐτοῦ καὶ οἶκον καὶ ὅ τι ἐπιτηδεύοι καὶ ἐφʼ ὅ τι φοιτῴη, καὶ ἀπογραψάμενος ταῦτα ἐς γραμματεῖον στολήν τε αὐτοῦ καὶ εἶδος ἐκεῖνον μὲν περιμεῖναι κελεύει, δραμὼν δὲ

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
